1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

8

σοφίας ἐραστὰς ἀϊδίως εὐφραίνοντα. Τὸ δὲ, περισσεία ἐστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, οὐ συγκριτικῶς κεῖται· τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ, ὡς τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ σοφία καὶ ἡ ἀφροσύνη, οὐ συγκρίνονται. Οὐδὲ γὰρ τῶν κακῶν εὐφροσύνη, ἀλλὰ τῇ αἱρέσει τοῦ αἱρουμένου, τὸ περιττὸν συνῆψε, ἀντὶ τοῦ, μᾶλλον, καὶ ἀσυγκρίτως καλῶς ποιεῖ ὁ τὴν σοφίαν προκρίνων τῆς ἀφροσύνης. "Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται." Ἡ κεφαλὴ ἐξοχὴ τυγχάνει, καὶ τὸ ἀνώτερον παντὸς τοῦ σώματος· οἱ δὲ πόδες κατώτατοί εἰσιν, καὶ τῆς γῆς προσάπτονται. Ὅταν τοίνυν ὁ ἡγεμὼν νοῦς κεκαθαρμένος ᾖ, τὰ ἄνω σκοπεῖ, καὶ οὐ τὰ ἐπὶ τῆς γῆς, ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων· ὅταν δὲ περὶ τὰ γήϊνα ὁ λογισμὸς στρέφηται, ἐν τοῖς ποσὶν ἔχει καὶ τοὺς ὀφθαλμοὺς, περὶ τὴν γῆν ἰλυσπώμενος. Ἄλλως· Κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· πρὸς ἣν εἰ ὁ σοφὸς ἀτενίζει, περιπατῶν καθὼς κἀκεῖνος περιεπάτησε, ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχει· ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται, κάτω νεύων ἀεὶ, καὶ ἐσκοτισμένον ἔχων τὸ ἡγεμονικόν. "Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, Ὡς συνάντημα τοῦ ἄφρονος καί γε συναντήσεταί μοι· καὶ ἵνα τί ἐσοφισάμην;" Πάντα καθ' ἑαυτὸν γυμνάζων ὁ σοφὸς, τὴν τῶν ἐναντίων ἀντίθεσιν ἐξ οἰκείου λέγει προσώπου. Εὑρὼν τοίνυν διάφορα 93.501 κοινὰ τυγχάνοντα, ἃ δὴ καὶ συναντήματα καλεῖ, οἷον τὸ νοσεῖν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ πένεσθαι, καὶ ἐξαιρέτως τὸν ἐπὶ πάντων θάνατον, τοῦ ἀντιδίκου τὸ πρόσωπον ὑποδὺς, φησί· Εἰ ταῦτα κοινὰ τοῖς τε σοφοῖς καὶ ἄφροσι, τίς ἡ χρεία τοὺς τῆς ἀρετῆς μετιέναι πόνους, καὶ γίνεσθαι σοφόν; Εἶτα ἀπελέγχων τὸν λόγον, καὶ δεικνὺς τὸ τῆς σοφίας κέρδος, ἐπάγει, καί φησι· "Καὶ ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης." Τεθεικὼς τοῦ ἄφρονος τὴν ἀντίθεσιν ὡς ἐξ οἰκείου προσώπου, ἐξ ἑαυτοῦ πάλιν ἐπιλύει, καί φησι, Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου· ἀντὶ τοῦ, Ἔγνων ὅτι ματαία καὶ περιττὴ ἡ τοιαύτη ἔννοια, καὶ ἄφρονος λογισμοῦ τὸ τοιαῦτα φθέγγεσθαι. Ὁ γὰρ ἄφρων ἐκζέσας καὶ ὑποθερμήνας τὴν διάνοιαν, διὰ στόματος τοὺς τῆς ἀφροσύνης ἐκφέρει λόγους· διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, τουτέστιν, ἐκ τῆς πλεοναζούσης ἐν αὐτῷ ἀνοίας. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, ἀπελέγχων τοῦ ἄφρονος τὴν ἀντίθεσιν· καί φησι· "Ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα." Εἰ γὰρ καὶ τὰ ἐν τῷδε, φησὶ τῷ βίῳ διάφορα, κοινὰ τυγχάνουσι σοφῶν καὶ ἀφρόνων· ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ὁ μὲν σοφὸς ἀείμνηστον ἔχει καὶ ἀτελεύτητον τὴν ἀπόλαυσιν· τοῦ δὲ ἄφρονος καὶ ἡ μνήμη ἐξαλείφεται, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου· ἀντὶ τοῦ, Οὐδὲ μνήμης ἄξιοι παρὰ Θεῷ τυγχάνουσι. "Καθότι ἤδη ταῖς ἡμέραις ταῖς ἐπερχομέναις τὰ πάντα ἐπελήσθη." Ἐν τῷ αἰῶνι, φησὶ, τῷ ἐπερχομένῳ, πάντα τὰ ἐν τῷδε τῷ βίῳ συναντήματα, εἴτε νόσος, εἴτε ὑγεία, εἴτε πλοῦτος, εἴτε πενία, εἰς λήθην ἔρχονται. Εἶτα τὸ συμπέρασμα τῆς λύσεως ἐπάγων, φησί· "Καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;" Πῶς οὖν, φησὶν, ἐρεῖτε, ὦ ἄφρονες, ὅτι διὰ τὴν κοινὴν πάντων ἀνθρώπων τελευτὴν, οὐδὲ πλέον ἔχει ὁ σοφὸς τοῦ ἀνοήτου; ὅπου γε τοῦ μὲν σοφοῦ ἡ μνήμη διηνεκὴς παρὰ τῷ Θεῷ, τοῦ δὲ ἄφρονος οὐκέτι; Εἰ γὰρ καὶ τὰ ἐν τῷδε τῷ βίῳ συμπτώματα κοινὰ, ἀλλ' ἐν τῷ μέλλοντι τὸ ἑκάστου ἔργον ἐπακολουθήσει. "Καὶ ἐμίσησα ἐγὼ τὴν ζωὴν, ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος." ∆ιὰ τοῦτό φησιν ὁ Σοφὸς, Ἐμίσησα τὴν ἐπίμοχθον ζωὴν, καὶ τὸν ἐμὸν πόνον, ὃν μοχθῶ διὰ τὰ ὑπὸ τὸν ἥλιον· πονηρὸν γὰρ ποίημά φησι τὴν ἐπίπονον καὶ μοχθηρὰν τῶν ἁμαρτωλῶν ζωήν. Ἐνταῦθα δὲ καὶ ὁ Σοφὸς μισεῖ τὴν ἐπίκηρον ζωὴν, καὶ τὴν ἀεὶ μένουσαν ἐπιζητεῖ· καὶ τὸ τοῦ ἄφρονος ὑποδὺς πρόσωπον, ἔφη, ὅτι Πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα, τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· οὐ γὰρ ὁ σοφὸς ἀνέχεται μοχθεῖν διὰ τὰ ὑπὸ τὸν ἥλιον.