1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

16

τῆς ἐπὶ τὸ ἁμαρτάνειν ὁρμῆς. Συμφερόντως γὰρ ἑκατέροις ὁ κοινὸς ἐπάγεται θάνατος. Πρὸς δὲ διάνοιαν, Οἱ τεθνη 93.525 κότες τῇ ἁμαρτίᾳ, καὶ ζῶντες ἐν Χριστῷ, ἀσυγκρίτως ἀμείνονές εἰσι τῶν ἐν ἁμαρτίαις ζώντων. Εἶτα ἐπάγει· "Καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὃς οὔπω ἐγένετο," οὐδὲ εἶδε τὴν ἐπίπονον ταύτην ζωὴν, ἣν δὴ καὶ ποίημα καλεῖ. Ἐντεῦθέν τινες προϋπεῖναι τὴν ψυχὴν λέγουσι τοῦ σώματος. Πῶς γὰρ, φησὶν, ἐνδέχεται λέγεσθαι ἀγαθὸν τὸν μηδὲ ὄντα; πρὸς οὓς ἐροῦμεν· Εἰ προϋποῦσα ἡ ψυχὴ, διὰ τὴν ἐν ἀσωμάτῳ διαγωγῇ ἁμαρτίαν, ὡς εἰς δεσμωτήριον ἐνεβλήθη εἰς τὸ σῶμα, ἵνα παιδευθῇ (ταῦτα γάρ φατε), πῶς μακαρία ἦν ἡ ἁμαρτάνουσα, καὶ μὴ παιδευομένη; Καίτοι γε ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ δὲ τὸ ἀγαπᾶσθαι ὑπὸ Θεοῦ τοῦτο ἀγαθὸν, ἀγαθὸν δὲ τὸ παιδεύεσθαι, ἔρχεται δὲ εἰς σῶμα ἡ ψυχὴ ἵνα παιδεύηται, ἀγαθὸν ἄρα ἡ ἐν σώματι ζωὴ ὑπὲρ τῆς ἐν τῇ προβιοτῇ ἁμαρτανούσης ψυχῆς, καὶ θείας ἐπιστροφῆς μὴ ἀξιουμένης. Ἀνατέτραπται οὖν οὗτος ὁ λόγος, οὐδὲ προϋπέστη ἡ ψυχὴ τοῦ σώματος. Τὸ οὖν ἀγαθὸν ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο, περὶ τοῦ μηδὲ ὅλως εἰς ὕπαρξιν ἐλθόντος ἀνθρώπου φησὶ, ἵνα εἴπῃ κατὰ τὸν τοῦ Σωτῆρος λόγον· Καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγένετο. ∆ιαδέχεται δὲ ἡμᾶς ἐντεῦθεν ἕτερον ζήτημα, εἰ ἄμεινον τὸ μὴ γενέσθαι τοῦ γενέσθαι, πρὸς κακοῦ ἄρα τοῖς ἀνθρώποις τὸ εἰς ὕπαρξιν ἐλθεῖν· κακῶν οὖν ἄρα αἴτιος ὁ τὸν ἄνθρωπον δημιουργήσας. Πῶς οὖν εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι δύο πρόσωπα τεθεικὼς ὁ Ἐκκλησιαστὴς, τοῦ μὲν συκοφαντοῦντος, τοῦ δὲ συκοφαντουμένου, οὐχ ἁπλῶς τέθεικε τὸ τοῦ συκοφαντουμένου, ἀλλὰ δάκρυον αὐτῷ ὑπεστήσατο, ἐφ' οἷς ἀδικεῖται. Οὐκοῦν οὐ φιλοσόφου πρόσωπον, οὐδὲ ὄντως Χριστιανοῦ τὸ εἰσαχθὲν, ἀλλά τινος καὶ αὐτὸ φιλοκόσμου. Ὁ γὰρ φιλόσοφος ἀδικούμενος οὐ δακρύει, τὸ δὲ ἐναντίον χαίρει καὶ ἥδεται· ὡς καὶ ἔγραφεν ὁ Ἀπόστολος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσεδέξασθε. Ὁ οὖν Ἐκκλησιαστὴς δύο ὑποστησάμενος πρόσωπα ἀφιλόσοφα, ἓν μὲν τὸ τοῦ ἀδικοῦντος, ἕτερον δὲ τὸ τοῦ ἀδικουμένου, καὶ ὑπὸ τῆς ἄγαν ἀνίας καὶ ἀπαιδευσίας δακρύοντος, ἐπήγαγε, ὅτι τούτων τῶν δύο ἀφιλοσόφων ἀνδρῶν πρὸς σύγκρισιν, καλὸν μηδὲ εἰς ὕπαρξιν ἐλθεῖν· μαρτυρήσει δὲ τῷ εἰρημένῳ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα. Εἰ γάρ τις ἔροιτο τοὺς ἁγίους μάρτυρας, ἢ προφήτας, ἢ ἀποστόλους, ἢ καὶ πάντας τοὺς ἐν ἀρετῇ βιοτεύσαντας· Εἴπατε ἡμῖν, ἄνδρες ἅγιοι, αἱρέσεως ὑμῖν κειμένης τοῦ γενέσθαι ὑπὸ Θεοῦ, ἢ μὴ γενέσθαι, τί ἂν εἵλεσθε; οὐ παραχρῆμα οἴει αὐτοὺς ἀποκρίνασθαι, ὅτι ∆ῆτα χάριν ἔχομεν τῷ ἀγαθότητι ἡμᾶς πεποιηκότι Θεῷ, καὶ εἰς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἐπαλείψαντι, καὶ τούτους ἡμῖν τοὺς μακαρίους στεφάνους πλέξαντι; ∆έδεικται τοίνυν ὡς περὶ τῶν ἁμαρτωλῶν ὁ λόγος τοῦ Ἐκκλησιαστοῦ. 93.528 "Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον, καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ, τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος." Ἀνδρεία ψεκτὴ, τὸ ἐπιβάλλεσθαι εἰς τὰ μάταια, καὶ περιγίνεσθαι τοῦ σκοποῦ. Ὁ δὲ ζῆλος ὁ ψεκτὸς, ὃς τὸν φθόνον ἔχει γείτονα. Εἶδον οὖν, φησὶ, τὸν περὶ τὰ μάταια ποιήματα τῶν ἀνθρώπων μόχθον, καὶ ἑτέρους ζηλοῦντας αὐτοῖς, ἤτοι φθονοῦντας. Οἷον πλουτεῖ τις ἐξ ἀδικίας, ἕτεροι τούτῳ φθονοῦντες, ἣ καὶ τῶν παραπλησίων τυχεῖν βουλόμενοι, ζηλοῦσι τὴν ὁμοιοτροπίαν. Καὶ τὰ περὶ τούτων οὗν ἐστι ματαιότης, καὶ προαίρεσις πνεύματος. "Ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ." Αἱ χεῖρες εἰς τὸ ἐνεργεῖν τοῖς ἀνθρώποις τὰ καθήκοντα δέδονται. Ὁ οὖν κατέχων τὰς ἑαυτοῦ χεῖρας, τουτέστι ὁ ἀργὸς, ὕστερόν ποτε μεταμελόμενος ἢ καὶ τηκόμενος, τὰς ἑαυτοῦ σάρκας λέγεται κατεσθίειν. Πρὸς δὲ διάνοιαν, Ὁ τὰς ἐνεργείας τῆς ψυχῆς μὴ ἐξαπλῶν περὶ τὰς ἀρετὰς, τὰς ἑαυτοῦ σάρκας κατεσθίει, κολάσεως ἑαυτῷ γιγνόμενος πρόξενος. Ἄλλως· Περιλαβεῖν λέγεται καὶ τὸ φιλεῖν καὶ κατασπάζεσθαι. Ὁ ἄφρων οὖν τὰς διαβεβλημένας ἑαυτοῦ πράξεις ἀγαπῶν. τὰς ἑαυτοῦ σάρκας κατεσθίει, αὐτὸς ἑαυτῷ τὴν ἐκ τοῦ δικαίου