4
Μελιτιανοὶ οἱ κατ' Αἴγυπτον σχίσμα ὄντες, τεσσαρακοστὴ ἐνάτη Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται· πεντηκοστὴ 1.159 Αὐδιανῶν τὸ σχίσμα, πεντηκοστὴ πρώτη Φωτεινιανοί, πεντηκοστὴ δευτέρα Μαρκελλιανοί, πεντηκοστὴ τρίτη Ἡμιάρειοι, πεντηκοστὴ τετάρτη Πνευματομάχοι οἱ καὶ Μακεδονιανοὶ καὶ Ἐλευσίου μαθηταί, οἱ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα βλασφημοῦντες, πεντηκοστὴ πέμπτη Ἀεριανοί, πεντηκοστὴ ἕκτη Ἀετιανοὶ οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ Ἄνομος· πεντηκοστὴ ἑβδόμη ∆ιμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες, οἱ καὶ Ἀπολλιναρῖται, πεντηκοστὴ ὀγδόη οἱ καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, πεντηκοστὴ ἐνάτη οἱ καὶ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, ἑξηκοστὴ Μασσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατανιανοί. 5. Ἐπανιὼν δὲ αὖθις καὶ διελὼν ταύτας κατὰ βιβλίον ὑποδείξω ἐν ταύτῃ μου τῇ ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἱρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρίτου, ἀλλὰ καὶ καθ' ἕκαστον τῶν ἑπτὰ τόμων τῶν ἐν τοῖς τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν αἱ ἐν αὐτῷ χωρηθεῖσαι αἱρέσεις. καὶ ἔστιν οὕτως· ἐν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις δὲ τεσσαράκοντα ἕξ, σὺν ταῖς μητράσι καὶ πρωτοτύποις ὀνομασίαις τούτων, φημὶ δὲ Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις εἴκοσι τρεῖς. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα. ἐν τῷ οὖν πρώτῳ βιβλίῳ πρώτῳ τόμῳ αἱρέσεις εἴκοσι, αἵ εἰσιν αἵδε· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμός. Ἑλλήνων διαφοραί· Πυθαγόρειοι εἴτ' οὖν Περιπατητικοὶ Πλατωνικοὶ Στωϊκοὶ Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις, ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ· Σαμαρειτῶν ἔθνη τέσσαρα οὕτως· Γοροθηνοὶ Σεβουαῖοι Ἐσσηνοὶ ∆οσίθεοι. Ἰουδαίων αἱρέσεις ἑπτὰ οὕτως· Γραμματεῖς Φαρισαῖοι Σαδδουκαῖοι Ἡμεροβαπτισταὶ Ὀσσαῖοι Νασαραῖοι 1.160 Ἡρῳδιανοί. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις δεκατρεῖς οὕτως· Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνιλιανοὶ Βασιλειδιανοὶ Νικολαῗται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται οἱ αὐτοὶ δὲ παρά τισι Σεκουνδιανοὶ παρὰ δὲ ἄλλοις Σωκρατῖται παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι καὶ Κοδδιανοὶ καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, Πτολεμαῖοι. ἐν δὲ τῷ τρίτῳ τόμῳ τοῦ αὐτοῦ πρώτου βιβλίου αἱρέσεις δεκατρεῖς οὕτως· Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκίωνες Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοί. αὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων. Τοῦ δὲ δευτέρου βιβλίου τόμοι δύο. καὶ ἐν μὲν τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ' ἀρχῆς ἀκολουθίαν τοῦ ἀριθμοῦ, αἱρέσεις δεκαοκτὼ οὕτως· Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται· οἱ δὲ Τασκοδρουγῖται διῃρέθησαν ἀπὸ τῶν προειρημένων, Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὴν ἀποκάλυψιν μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροὶ Ἀγγελικοὶ Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, οἷσυνάπτονται οἱ καλούμενοι Σακκοφόροι, Σαβελλιανοὶ Ὠριγενιανοὶ οἱ αἰσχροποιοὶ Ὠριγενιανοὶ οἱ τοῦ Ἀδαμαντίου. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ