4
πλειόνων ἐξεθέμεθα λόγων, δεικνύντες πῶς αὐτοδίδακτος ἡμῖν ἐστιν ἡ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων γνῶσις, καὶ πῶς ἔνδοθεν ἡμῖν τὸ συνειδὸς ἅπαντα ἐνηχεῖ ταῦτα. ∆ύο γὰρ οὗτοι διδάσκαλοι γεγόνασιν ἡμῖν ἐξαρχῆς, ἡ κτίσις, καὶ τὸ συνειδός· καὶ οὐδέτερος αὐτῶν φωνὴν ἀφιεὶς, σιγῇ τοὺς ἀνθρώπους ἐπαίδευον. Ἥ τε γὰρ κτίσις διὰ τῆς ὄψεως ἐκπλήττουσα τὸν θεατὴν, εἰς τὸ τοῦ ποιήσαντος αὐτὴν θαῦμα παραπέμπει τὸν ὁρῶντα ἅπαντα· τό τε συνειδὸς ἔνδον ἐνηχοῦν, ἅπαντα ὑποβάλλε τὰ πρακτέα· καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τῆς ψήφου τὴν κρίσιν διὰ τῶν τῆς ὄψεως πραγμάτων καταλαμβάνομεν. Ὅταν γὰρ ἔνδον κατηγορῇ τῆς ἁμαρτίας, συγχεῖ τὴν ὄψιν ἔξωθεν, καὶ πολλῆς τῆς ἀθυμίας πληροῖ. Πάλιν ὠχροὺς ἐργάζεται καὶ περιδεεῖς, ὅταν ἐπί τινι τῶν αἰσχίστων ἁλῶμεν, καὶ τῆς φωνῆς μὲν οὐκ ἀκούομεν, διὰ δὲ τῆς ἔξωθεν ὄψεως τὴν ἔνδον γινομένην ἀγανάκτησιν θεωροῦμεν. Μετὰ δὲ τούτων τῶν δύο καὶ τρίτον ἡμῖν διδάσκαλον ἐδείκνυ προστεθέντα παρὰ τῆς τοῦ Θεοῦ κηδεμονίας ὁ λόγος, οὐκέτι ἄφωνον, καθάπερ τοὺς προτέρους, ἀλλὰ λόγῳ, καὶ παραινέσει, καὶ συμβουλῇ ῥυθμίζοντα ἡμῶν τὴν γνώμην. Τίς δὲ οὗτός ἐστιν; Ὁ συγκεκληρωμένος ἑκάστῳ πατήρ. ∆ιὰ γὰρ τοῦτο φιλεῖσθαι παρὰ τῶν γεννησάντων ἡμᾶς κατεσκεύασεν ὁ Θεὸς, ἵνα παιδευτὰς ἔχωμεν τῆς ἀρετῆς. Οὐ γὰρ τὸ σπεῖραι ποιεῖ πατέρα μόνον, ἀλλὰ τὸ παιδεῦσαι καλῶς· οὐδὲ τὸ κυῆσαι μητέρα ἐργάζεται, ἀλλὰ τὸ θρέψαι καλῶς. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐχ ἡ φύσις, ἀλλ' ἡ ἀρετὴ ποιεῖ πατέρας, αὐτοὶ συνομολογήσαιεν ἂν ἡμῖν οἱ γονεῖς. Τοὺς γοῦν υἱοὺς τοὺς ἑαυτῶν πολλάκις, ἐπειδὰν φαύλους ἴδωσι γενομένους, καὶ εἰς πονηρίαν ἀποσκιρτήσαντας, τῆς συγγενείας τῆς ἑαυτῶν ἐκκόπτουσιν, ἀποκηρύττοντες, ἑτέρους ποιοῦντες υἱοὺς οὐδαμόθεν αὐτοῖς πολλάκις προσήκοντας. Ἆρά τι τούτου γενοιτ' ἂν παραδοξότερον, ὅταν οὓς μὲν ἐγέννησαν ἐκβάλλωσιν, οὓς δὲ οὐκ ἐγέννησαν εἰσάγωσιν; Οὐχ ἁπλῶς ἡμῖν ταῦτα εἴρηται, ἀλλ' ἵνα μάθῃς, ὅτι προαίρεσις φύσεως δυνατωτέρα, καὶ αὕτη μᾶλλον ἐκείνης καὶ υἱοὺς καὶ πατέρας ποιεῖν εἴωθε. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ μήτε γυμνοὺς τῆς φυσικῆς διαθέσεως ἀφεῖναι γενέσθαι τοὺς παῖδας, μήτε τὸ πᾶν ἐπιτρέψαι πάλιν ἐκείνῃ. Εἰ μὲν γὰρ μηδ' ὅλως ἔμελλον φιλεῖν τοὺς ἑαυτῶν υἱοὺς οἱ γονεῖς ἀνάγκῃ κινούμενοι φυσικῇ, ἀλλ' ἀπὸ τῶν τρό 54.637 πων, καὶ τῶν κατορθωμάτων μόνον, πολλοὺς ἂν εἶδες ἔξω τῆς πατρῴας οἰκίας γινομένους διὰ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ διασπώμενον ἡμῶν τὸ γένος. Πάλιν εἰ τὸ πᾶν ἐπέτρεψε τῇ τυραννίδι τῆς φύσεως, καὶ μηδὲ πονηροὺς ὄντας μισεῖν ἀφῆκεν, ἀλλὰ καὶ ὑβριζόμενοι καὶ μυρία πάσχοντες παρ' αὐτῶν οἱ πατέρες δεινὰ, διὰ τὴν τῆς φύσεως ἀνάγκην ἔμενον θεραπεύοντες ὑβρίζοντας καὶ ἐμπαροινοῦντας αὐτοῖς τοὺς παῖδας, εἰς ἔσχατον ἂν κακίας τὸ γένος ἡμῖν ἐξώλισθεν. Εἰ γὰρ νῦν οὐ τὸ πᾶν ἔχοντες τῇ φύσει θαῤῥεῖν οἱ παῖδες, ἀλλ' εἰδότες ὅτι πολλοὶ γενόμενοι φαῦλοι, καὶ τῆς οἰκίας, καὶ τῆς οὐσίας ἐξέπεσον τῆς πατρικῆς, ὅμως πολλαχοῦ τῷ τῶν γονέων φίλτρῳ θαῤῥοῦντες ἐνυβρίζουσιν εἰς τοὺς τεκόντας· εἰ μὴ συνεχώρησεν αὐτοῖς ὁ Θεὸς καὶ ἀγανακτεῖν. καὶ ἐπεξιέναι, καὶ κακοὺς γινομένους ἐκβάλλειν τοὺς παῖδας, ποῦ πονηρίας ἂν ἔστησαν; ∆ιὰ ταῦτα καὶ τῇ τῆς φύσεως ἀνάγκῃ, καὶ τῷ τῶν παιδίων τρόπῳ τὸ φίλτρον ἐνεπίστευσε τῶν γονέων ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνουσι σύμμετρα συγγινώσκωσι τοῖς παισὶ, τῆς φύσεως αὐτοὺς ἐπὶ τοῦτο παρακαλούσης, καὶ πονηροὺς γινομένους καὶ ἀνίατα νοσοῦντας μὴ παιδοτριβῶσιν ἐπὶ κακίαν τῇ πονηρίᾳ, τῆς φύσεως πάλιν ἐλεγχούσης καὶ δυναμένης ἀναγκάσαι καὶ φαύλους γενομένους θεραπεύειν τοὺς παῖδας. Πόσης ταῦτα προνοίας, εἰπέ μοι, καὶ τὸ κελεῦσαι δὲ φιλεῖν, καὶ τὸ μέτρον ἐπιθεῖναι τῷ φίλτρῳ, καὶ τὸ πάλιν ἀμοιβὴν ὁρίσαι τῇ καλῇ παιδοτροφίᾳ; Ὅτι γὰρ ἀμοιβὴ κεῖται, καὶ οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν, ἄκουσον πῶς πολλαχοῦ καὶ ταύταις καὶ περὶ τούτων ἡ Γραφὴ διαλέγεται, καὶ οὐχ ἧττον ταύταις, ἢ τοῖς ἀνδράσιν. Εἰπὼν γὰρ ὁ Παῦλος, Ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν, ἐπήγαγε· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ὃ