1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

4

Σύνοψις τῆς Γενέσεως. Τὰ κατὰ τὴν κοσμοποιίαν, καὶ τὴν τοῦ ἀνθρώπου· πλάσιν. Ἐντολὴν λαμβάνει ὁ Ἀδὰμ, καὶ πλάττεται ἡ γυνὴ ἐκ τῆς πλευρᾶς αὐτοῦ, ἣ ἀπατηθεῖσα ὑπὸ τοῦ 56.318 ὄφεως, ἀπατᾷ τὸν ἄνδρα, καὶ γενομένη μετ' αὐτοῦ ἐπικατάρατος, ἐκβάλλεται τοῦ παραδείσου· καὶ ὁ ὄφις δέχεται κατάραν ἐπὶ τοῦ στήθους περιπατεῖν. Ἀναιρεῖ τὸν ἀδελφὸν ὁ Κάϊν διὰ τὸ ὑπερευδοκιμηθῆναι, καὶ δίδωσι δίκην· καὶ μετὰ ταῦτα παιδοποιεῖ. Τίκτει δὲ καὶ Εὔα τὸν Σήθ. Κατάλογος τῶν ἀπὸ τοῦ Ἀδὰμ, καὶ τῶν ἀπὸ τοῦ Σὴθ, ἕως τοῦ Νῶε, καὶ κατηγορία τῶν ἀνδρῶν διὰ τὰς οὐ προσηκούσας ἐπιγαμίας καὶ τὰς λοιπὰς ἀνομίας· Υἱοὺς δὲ Θεοῦ ἐνταῦθα καλεῖ τοὺς ἀπὸ τοῦ Σὴθ κατάγοντας τὸ γένος· καὶ γὰρ εἴρηται· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Θυγατέρας δὲ ἀνθρώπων τὰς ἀπὸ τοῦ Κάϊν. Προλέγει ὁ Θεὸς τῷ Νῶε τὴν μέλλουσαν τῶν ἀνθρώπων ἀπώλειαν διὰ τοῦ κατακλυσμοῦ, καὶ παραινεῖ ποιῆσαι τὴν κιβωτὸν, τριακοσίων πήχεων τὸ μῆκος, πεντήκοντα πήχεων τὸ πλάτος, τριάκοντα πήχεων τὸ ὕψος. Ὡς δὲ εἰσῆλθεν εἰς τὴν κιβωτὸν, ἐφέρετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐνεδίδου δὲ τὸ ὕδωρ μετὰ ἑκατὸν πεντήκοντα ἡμέρας. Ὤφθησαν δὲ αἱ κορυφαὶ τῶν ὀρέων πρώτῃ τοῦ δεκάτου μηνός. Καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀπέστειλε τὸν κόρακα, καὶ οὐχ ὑπέστρεψε· καὶ μετὰ ἑπτὰ ἡμέρας ἀπέστειλε τὴν περιστερὰν, καὶ ὑπέστρεψε θαλλὸν ἐλαίας κομίζουσα. Κελεύεται ὑπὸ τοῦ Θεοῦ ὁ Νῶε ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ· καὶ ἐξελθὼν ἔθυσε τῷ Θεῷ, καὶ εὐλογήθη μετὰ τῶν υἱῶν αὐτοῦ. Καὶ ἔλαβεν ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ, ὥστε μηκέτι γενέσθαι τοιαύτην ἀπώλειαν ἀνθρώπων διὰ τοῦ κατακλυσμοῦ. Καὶ μετὰ ταῦτα εὐλογεῖ μὲν τὸν Σὴμ καὶ τὸν Ἰάφεθ, καταρᾶται δὲ τὸν Χαναὰν, ἐπειδὴ ὁ πατὴρ αὐτοῦ Χὰμ ἐξεῖπε τὴν γύμνωσιν τοῦ πατρός. Ἐκβαίνει δὲ ἡ κατάρα ἐπὶ τῶν Γαβαονιτῶν· μᾶλλον δὲ πρόσχημα μὲν κατάρας ἦν, τὸ δὲ ἀληθὲς προφητεία. Οἱ ἀπὸ τοῦ Νῶε ἕως τοῦ Φαλὲκ, ὃς ἀπὸ τοῦ μερισθῆναι ἐπ' αὐτοῦ τὴν γῆν τὴν προσηγορίαν ἔλαβε ταύτην. Τότε γὰρ τὸν πύργον ᾠκοδόμησαν, ὅθεν καὶ ὁ τόπος Βαβυλὼν προσηγορεύθη, ὅ ἐστι Σύγχυσις, ἐπειδὴ ἐκεῖ συνεχύθησαν αὐτῶν αἱ γλῶσσαι. Τὸν δὲ πατέρα τοῦ Φαλὲκ τὸν Ἕβερ λόγος ἔχει μὴ ὁμονοῆσαι τοῖς λοιποῖς εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ διὰ τοῦτο αὐτῷ τὴν λαλιὰν μὴ ἀμειφθῆναι, ἀλλὰ μεῖναι αὐτὸν ἀκέραιον ἔχοντα τὴν διάλεκτον, καὶ ἀπ' αὐτοῦ τὴν ἐπωνυμίαν αὐτὴν λαβεῖν. Ἕβερ γὰρ ἐκείνου καλουμένου, Ἑβραῒς αὕτη κέκληται, ὃ καὶ σημεῖόν ἐστι μέγιστον τοῦ πασῶν τῶν λαλιῶν πρεσβυτέραν εἶναι τὴν Ἑβραΐδα· πρὶν γὰρ συγχυθῆναι τὰς γλώσσας, ταύτῃ πάντες ἐκέχρηντο. Ἔστι δὲ ὁ Ἕβερ οὗτος πρόγονος Ἀβραάμ. Γενεαλογοῦνται δὲ ἀπὸ τοῦ Σὴθ ἕως τοῦ Ἀβραάμ. Λαμβάνει ὁ πατὴρ τοῦ Ἀβραὰμ ὁ Θαρᾶ τοὺς υἱοὺς αὐτοῦ, τόν τε Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν ἔγγονον 56.319 αὐτοῦ Λὼτ, καὶ ἔρχεται εἰς Χαῤῥᾶν, προθέμενος εἰς τὴν Χαναναίων ἐλθεῖν, καὶ ἀποθανόντος αὐτοῦ ἐν Χαῤῥᾷ, προστάττεται ὑπὸ τοῦ Θεοῦ Ἀβραὰμ μετοικῆσαι ἀπὸ Χαῤῥᾶν, καὶ ἦλθεν εἰς Συχὲμ τῆς γῆς Χαναάν. Καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν. Καὶ ᾠκοδόμησεν Ἀβραὰμ θυσιαστήριον τῷ Θεῷ, καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ κατὰ θάλασσαν. Γενομένου δὲ λιμοῦ, κατελθὼν εἰς Αἴγυπτον παραγγέλλει τῇ γυναικὶ αὐτοῦ εἰπεῖν, ὅτι ἀδελφὴ αὐτοῦ εἴη. Καὶ λαβὼν αὐτὴν Φαραὼ, καὶ ἐτασθεὶς ὑπὸ τοῦ Θεοῦ, δίδωσι τῷ Ἀβραάμ. Μαχεσθέντων τῶν ποιμένων τοῦ Ἀβραὰμ καὶ τοῦ Λὼτ πρὸς ἀλλήλους, διείλοντο τὰς οἰκήσεις. Καὶ ὁ μὲν Λὼτ ἔλαβε τὴν Σοδομηνῶν, ὁ δὲ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρὶ κατῴκησεν, ἐπαγγελίας τε ἔλαβε πάλιν παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει αὐτοῦ τὸ σπέρμα, καὶ ὅτι κληρονομήσει τὴν γῆν. Ὁ Χοδολαγομὸρ, ἐπειδὴ ἀπέστησαν αὐτοῦ οἱ πέντε βασιλεῖς οἱ τῆς Σοδομηνῆς, δουλεύοντες αὐτῷ πρότερον, παραλαβὼν ἑτέρους βασιλεῖς τρεῖς, ἐπεστράτευσεν αὐτοῖς, καὶ τροπωσάμενος ἔλαβεν αἰχμαλώτους· ἐν οἷς ἦν καὶ ὁ Λώτ. Ὁ δὲ Ἀβραὰμ ἀκούσας, καὶ σὺν τοῖς οἰκογενέσιν αὐτοῦ τριακοσίοις δεκαοκτὼ καταδιώξας, ἐξείλετο τὸν ἀδελφιδοῦν μετὰ τῆς ἵππου καὶ τῶν γυναικῶν·