1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

10

πληροῦσθαι τὸ ἔργον, ἐνέτυχον τῷ Φαραὼ, καὶ οὐδὲν ὤνησαν. Κατεβόων λοιπὸν τοῦ Μωϋσέως· καὶ πάλιν ἀποστέλλεται πρὸς τοὺς Ἰσραηλίτας, εὐαγγελιζόμενος αὐτῶν τὴν ἔξοδον. Οἱ δὲ οὐκ ἤκουσαν Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας αὐτῶν. Ἐνταῦθα γενεαλογεῖται Μωϋσῆς, καί φησιν αὐτῷ ὁ Θεός· ∆έδωκά σε θεὸν τῷ Φαραώ· καὶ ἀποστέλλει αὐτὸν πρὸς Φαραὼ, κελεύσας ἐπιδεῖξαι σημεῖον, εἰ αἰτήσειεν ὁ βασιλεὺς, τὸ τῆς ῥάβδου τῆς εἰς ὄφιν στραφείσης. Ὡς δὲ ἐγένετο ἡ ῥάβδος ὄφις, καὶ οὐκ εἶξε, τρέπεται τὸ ὕδωρ τοῦ ποταμοῦ εἰς αἷμα, πληροῦται ἡ γῆ βατράχων· εἶτα σκνῖπες ἐπῆλθον, εἶτα ἡ κυνόμυια, εἶτα ὁ θάνατος τῶν κτηνῶν, εἶτα αἱ φλυκτίδες, εἶτα ἡ χάλαζα καὶ τὸ πῦρ, εἶτα ἡ ἀκρὶς, καὶ τὸ σκότος τὸ ψηλαφητόν. Ὡς δὲ ἤμελλεν ὁ τῶν πρωτοτόκων ἐπάγεσθαι θάνατος, κελεύονται θῦσαι πρόβατον ἄρσεν, ἄμωμον, καὶ χρῖσαι τὰς φλιὰς τῷ αἵματι· οὐ γὰρ ἀπολεῖσθαι τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἂν τὸ αἷμα ἦν [λ. ᾖ] τοῦ ἀμνοῦ. Τότε καὶ τῶν ἑπτὰ ἡμερῶν τῶν ἀζύμων αὐτοῖς νομοθετεῖ· κἂν εἰσέλθωσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, φυλάττειν κελεύει τὴν λατρείαν. Κἂν ἐρωτήσωσιν ὑμᾶς υἱοὶ ὑμῶν, φησὶ, ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦτο Κυρίῳ. Ὡς δὲ κατὰ τὸ μέσον τῆς νυκτὸς ἀπώλετο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἀπήλασαν τοὺς Ἰσραηλίτας τῆς Αἰγύπτου. Οἱ δὲ ἐξῆλθον, λαβόντες τὰ σκεύη τὰ ἀργυρᾶ καὶ χρυσᾶ, καὶ πολὺν λαὸν μετ' αὐτῶν ἐπίμικτον, καὶ πρόβατα, καὶ βόας, καὶ κτήνη. Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν γῇ Χαναὰν, ἔτη τετρακόσια τριάκοντα. Καὶ εἶπεν ὁ Θεός· Ἀνάθες καὶ ἁγίασόν μοι πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀπέκτεινε τὰ πρωτόκοκα Αἰγυπτίων. Οὐκ ἤγαγε δὲ αὐτοὺς διὰ Φυλιστιεὶμ, ἵνα μὴ μετανοήσωσιν ἰδόντες πόλεμον, καὶ ἀποστρέψωσιν εἰς Αἴγυπτον, ἀλλὰ διὰ τῆς Ἐρυθρᾶς. Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου· καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσήφ. Ὡδήγει δὲ ὁ Θεὸς τὸν Ἰσραὴλ στόλῳπυρὸς τὴν νύκτα, καὶ στόλῳ νεφέλης τὴν ἡμέραν. Ὡς δὲ κατεδίωξεν ὁ Φαραὼ μεταμεληθεὶς, ἐπάταξε τὴν θάλασσαν Μωϋσῆς τῇ ῥάβδῳ, καὶ διῃρέθη· παρελθόντων δὲ τῶν Ἰσραηλιτῶν, συνῆλθε κατὰ τῶν Αἰγυπτίων, καὶ κατεπόντισεν αὐτούς. Καὶ ᾖσε Μωϋσῆς τὴν ᾠδὴν, ᾖσε δὲ καὶ Μαριὰμ μετὰ τῶν γυναικῶν. Ἦλθον εἰς Μαῤῥὰς, ἔνθα πικρὸν ἦν τὸ ὕδωρ, καὶ ἐγλύκανεν αὐτὸ Μωϋσῆς διὰ τοῦ ξύλου. Ἦλθον ἔνθα δώδεκα πηγαὶ καὶ φοίνικες οἱ ἑβδομήκοντα· ὁ δὲ τόπος Ἐλεὶμ ἐλέγετο. Ἦλθον ἐκεῖθεν εἰς τὴν ἔρημον ἀνὰ μέσον Ἐλεὶμ καὶ Σινά. Τότε ἐγόγγυ 56.327 σαν οἱ Ἰσραηλῖται ἐν τῇ ἐρήμῳ, κρέα ζητοῦντες. Τότε ἔβρεξεν αὐτοῖς μάννα. Εἶτα ἤνεγκε τὴν ὀρτυγομήτραν. Ἐνταῦθα ἐπὶ τοῦ μάννα, ὃ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὃ τὸ ὀλίγον οὐκ ἠλαττόνησε, παρήγγειλε μὴ ὑπολείπεσθαι εἰς τὴν αὔριον. Οἱ δὲ παρήκουσαν, καὶ γέγονε τὸ καταλειφθὲν σκωλήκων πλῆρες. Εἶπε· Μὴ ἐξέλθητε συλλέξαι τῷ σαββάτῳ· οἱ δὲ καὶ ἐν τούτῳ παρήκουσαν, καὶ ἐξελθόντες οὐχ εὗρον. Κελεύει Μωϋσῆς ἐν στάμνῳ χρυσῇ ἀποθέσθαι ἀπὸ τοῦ μάννα εἰς τὰς μετὰ ταῦτα γενεάς. Τὸ δὲ μάννα ἔφαγον τεσσαράκοντα ἔτη. Τότε ἐγόγγυζον διὰ τὸ δίψος. Καὶ ἐπάταξε Μωϋσῆς τὴν πέτραν, καὶ ἐξῆλθεν τὸ ὕδωρ. Ἔρχεται Ἀμαλὴκ πολεμῶσαι τὸν Ἰσραήλ·καὶ ἐτρέψατο αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ ἕως ἦσαν αἱ χεῖρες Μωϋσῆ μετέωροι, ἴσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν αὐτὰς, ἡττῶντο. Τοῦτο δὲ τύπος ἦν τοῦ σταυροῦ. Εἱστήκεισαν γὰρ Ἀαρὼν καὶ Ὢρ, στηρίζοντες τὰς χεῖρας Μωϋσῇ. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ. Ἀπαντᾷ Ἰοθὸρ ὁ πενθερὸς Μωϋσῆ μετὰ τῆς γυναικὸς (γαμβρὸν δὲ αὐτὸν καλεῖ καταχρηστικῶς ἡ Γραφὴ) τῷ τε Μωϋσῇ καὶ τῷ λαῷ. ∆ιηγεῖται τὰ θαυμάσια Μωϋσῆς τῷ πενθερῷ· ὁ δὲ ἐθαύμασεν. Ὡς δὲ εἶδε πάντα τὸν λαὸν παρεστηκότα Μωϋσῇ, τὸν δὲ οὐκ ἀρκοῦντα πᾶσι κρίνειν, φησὶν αὐτῷ ὁ πενθερός· Ἐπίλεξαι ἄνδρας δυνατοὺς, θεοσεβεῖς, δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ κατάστησον αὐτοὺς χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους. Ἐποίησε Μωϋσῆς οὕτως, καὶ ἀνῆλθεν εἰς τὸ ὅρος. Καὶ