1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

53

θυμόν. Ἐγκαλεῖ ὅτι τὴν ἐλπίδα ἀπὸ τοῦ Θεοῦ μεταγαγόντες, ἐπὶ Ἀσσυρίους ἤλπιζον, καὶ Αἰγυπτίοις ἐθάῤῥουν. Καὶ προλέγει αὐτοῖς τιμωρίας. Λέγει ὅτι διὰ τὸ βοηθεῖσθαι γενόμενος ἰσχυρὸς ὁ Ἐφραῒμ, οὐκ εἰς δέον ἐχρήσατο τῇ εὐπραγίᾳ. ∆είκνυσιν ὁ Θεὸς τήν τε ἑαυτοῦ περὶ τοὺς Ἰσραηλίτας κηδεμονίαν, καὶ τὴν ἐκείνων περὶ αὐτὸν ἀγνωμοσύνην· καὶ προλέγει αὐτοῖς συμφοράς. Ἰωήλ. ∆ιαφθορὰν λέγει τῶν τῆς γῆς καρπῶν, καὶ παραινεῖ ἐξιλεώσασθαι τὸν Θεόν. Τὴν ἄνοδον τοῦ Ἀσσυρίου προλέγει· προφητεύει δὲ καὶ μετὰ ταῦτα χρηστά τινα. Τὸ συμβὰν ἐπὶ τῶν ἀποστόλων τὸ τῶν γλωσσῶν προλέγει. Προφητεύει δὲ καὶ τῶν ἐθνῶν ἀπώλειαν τὴν γενομένην μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος ἐπὶ Ζοροβάβελ. Ἔχει δὲ καὶ ἀλληγορίαν τὸ χωρίον τοῦτο. 56.384 Ἀμώς. Τὰς ἀνομίας ∆αμασκοῦ, Γάζης, Τύρου, Ἰδουμαίων, Ἀμμανιτῶν, Μωαβιτῶν, Ἰούδα καὶ Ἰσραὴλ προλέγει, καὶ τὰς διαδεξομένας αὐτοὺς τιμωρίας. Τὰς εὐεργεσίας τὰς εἰς τοὺς Ἰουδαίους γενομένας ὑπὸ τοῦ Θεοῦ ἀπαριθμεῖται, καὶ τὴν αὐτῶν ὀλιγωρίαν καὶ καταφρόνησιν, καὶ τὰ περιμένοντα αὐτοὺς χαλεπά. Πρὸς τὰς γυναῖκας τῆς Σαμαρείας εἰς μέθην, εἰς ἁρπαγὴν διαβάλλων προλέγει. Προλέγει λιμὸν καὶ διάλυσιν διὰ τὸ ἀνεπίστροφον, καὶ ὅτι πολλὰ πληγέντες, οὐκ ἐγένοντο βελτίους. Ἐγκαλεῖ τῷ Ἰσραὴλ, ὅτι πρὸς τοὺς ἐλέγχοντας αὐτοὺς ἐδυσχέραινον, καὶ παραινεῖ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Ἀπειλεῖ δὲ καὶ τοῖς ἀπιστοῦσι, ὅτι ἥξει τὰ κακά. Περὶ αὐτῶν γάρ φησιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Τινὲς δὲ αὐτὸ ἐξέλαβον εἰς τὴν μέλλουσαν κρίσιν· ὡς καὶ νῦν τῶν ἀπίστων λεγόντων, ὅτι οὐκ ἔσται κρίσις· εἰ δέ ἐστιν, ἐλθέτω. Παραίτησις τῶν ἑορτῶν αὐτῶν, καὶ τῶν θυσιῶν καὶ ψαλτηρίων. Ἄστρον θεοῦ Ῥαφὰν τὸν Κρόνον λέγει· ἐπειδὴ οἱ Ἕλληνες τῷ θεῷ αὐτῶν Κρόνῳ καὶ ἄστρον εἶναί φασιν ἐν οὐρανῷ, καὶ αὐτὸ Κρόνον καλοῦσι. Λέγει δὲ, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Οὐδὲ γὰρ προσήνεγκεν ὁ δῆμος, ἀλλὰ μόνοι οἱ ἄρχοντες, ὅτε ἔστη ἡ σκηνή. Ἐνταῦθα τὰ περὶ παντὸς τοῦ λαοῦ λέγει. ∆ιαβάλλει δὲ αὐτοὺς καὶ εἰς ἄμετρον τροφὴν, καὶ προλέγει αὐτοῖς συμφοράς. ∆ιὰ τῶν ἀκρίδων, καὶ τῆς διαθήκης, καὶ τοῦ ἀδάμαντος, τὴν σφαγὴν αὐτῶν προφητεύει, καὶ δηλώσας Ἀμεσίᾳ τῷ βασιλεῖ ταῦτα, βιάζεται τὸν προφήτην καὶ ἀπελαύνει. Ὁ δὲ καὶ αὐτῷ προλέγει κακὰ καὶ τῷ λαῷ. Καὶ ὁρᾷ ἄγγος ἰξευτοῦ, καὶ διὰ τούτου τὴν σύλληψιν αὐτῶν. Τὰς ἀδικίας αὐτῶν καὶ τὰς βίας ἀπαριθμεῖται, καὶ τὰ μέλλοντα διαδέξεσθαι αὐτοὺς κακά. Τὸ δὲ, ∆ύσεται ἥλιος μεσημβρίας, εἰς τὸν καιρὸν τοῦ πάθους τοῦ Χριστοῦ προλέγει. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων προλέγει. Ἀβδιού. Τὴν τιμωρίαν τῶν Ἰδουμαίων προλέγει, ἣν ὑπέστησαν διὰ τὸ συνεπιθέσθαι τοῖς Ἰσραηλίταις μετὰ καὶ τῶν λοιπῶν πολεμίων. Περὶ Ἐκκλησίας. Ἰωνᾶς. Ἰωνᾶς ὁ προφήτης τὴν εἰς Θαρσεῖς φυγὴν, τὸν κλύδωνα, τὴν ὑπὸ τοῦ κήτους κατάποσιν, καὶ τὴν ἐκβολὴν, τὴν μετάνοιαν τῶν Νινευϊτῶν, τὴν σωτηρίαν τῆς κολοκύνθης, τὴν ἀνάδοσιν, καὶ τὴν ἀπώλειαν περιέχει. Μιχαίας. Τὴν ἐσομένην ἐρήμωσιν Σαμαρείας καὶ Ἱερουσαλὴμ προλέγει, καὶ τὴν αἰτίαν προστίθησι. Συνάπτει δὲ καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐκ Βαβυλῶνος, ἐγκλήματα, κατηγορίας τῶν ἀρχόντων τοῦ λαοῦ καὶ τῶν ἱερέων, καὶ ψευδοπροφητῶν. Περὶ τῆς Ἐκκλησίας τῆς πιστευούσης εἰς τὸν Κύριον ἡμῶν, καὶ περὶ τῆς Νέας ∆ιαθήκης. Ὁ γὰρ πρότερος νόμος ἐκεῖνα ἐξῆλθε· καὶ περὶ τῆς εἰρήνης. Καὶ κακὰ πάλιν τοῖς Ἰουδαίοις προλέγεται. Περὶ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ γεννήσεως, καὶ περὶ τῶν εἰς αὐτὸν πιστευόντων. Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακώβ· ὃ λέγει Παῦλος ὁ 56.385 ἀπόστολος, Τὸ ἐγκατάλειμμα σωθήσεται. Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ τῶν εὐεργεσιῶν αὐτοῦ ἀπαρίθμησις, καὶ παραίτησις θυσιῶν. Ἀποδύρεται ὁ προφήτης ὡς τῶν δικαίων καὶ ἀγαθῶν ἀνδρῶν ἐκλειπόντων. Καὶ πρὸς τῷ τέλει μετὰ τὸ ἐγκαλέσαι καὶ ἀπειλῆσαι συμφορὰς μεγάλας, χρηστὰ προμηνύει τῷ Ἰσραήλ. 56.386 Ναούμ. Περὶ τῆς τοῦ Θεοῦ δυνάμεως διαλέγεται· περὶ τῶν ἀποστόλων προλέγει. Προστίθησι δὲ καὶ τὴν ἄνοδον Βαβυλωνίων κατὰ Νινευϊτῶν κατακράτος