1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

6

αὐτοῖς· τῆς δὲ οὐσίας Ἰσαὰκ κληρονόμον ἐποίησε, καὶ ἀπέθανε. Τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ ἔγκειται ἐνταῦθα· κατῴκησε δὲ ἀπὸ Εὐιλὰτ ἕως Σούρ. Τῆς Ῥεβέκκας ἐστειρωμένης, ἐδεῖτο Ἰσαὰκ τοῦ Θεοῦ,ὥστε κυεῖν αὐτήν· καὶ ἐπειδὴ ἐκύει, φησὶν αὐτῇ ὁ Θεός· ∆ύο ἔθνη ἐν τῇ κοιλίᾳ σου, καὶ λαὸς λαοῦ ὑπερέξει· προλέγων τὰ περὶ Ἰουδαίων καὶ ἡμῶν τῶν Χριστιανῶν. Ὡς δὲ ἐτέχθη τὰ παιδία καὶ ηὐξήθη, 56.321 ἀποδίδοται καὶ πιπράσκει ἑψήματος φακῆς τὰ πρωτοτόκια ἑαυτοῦ ὁ Ἡσαῦ τῷ Ἰακώβ. Βουλόμενον δὲ τὸν Ἰσαὰκ εἰς Αἴγυπτον κατελθεῖν, ἐπειδὴ λιμὸς κατίσχυε, κωλύει ὁ Θεὸς, παραινῶν ἔνθα ᾤκει, ἐκεῖ μένειν, καὶ ὑπισχνούμενος ἔσεσθαι μετ' αὐτοῦ, καὶ εὐλογήσειν τὸ σπέρμα αὐτοῦ καὶ πληθυνεῖν. Μαθὼν δὲ ὁ βασιλεὺς Γεράρων Ἀβιμέλεχ, ὅτι ἡ Ῥεβέκκα γυνή ἐστι τοῦ Ἰσαὰκ (ὑπώπτευσε γὰρ ἀδελφὴν αὐτοῦ εἶναι αὐτὴν), θάνατον ὥρισε εἴ τις ἐξυβρίσει εἰς αὐτήν. Τότε ἔσπειρεν ὁ Ἰσαὰκ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθήν. Ὡς δὲ ἦλθεν εἰς πλοῦτον μέγαν ἐκ τῆς εὐλογίας τοῦ Θεοῦ, διεφθονοῦντο αὐτῷ οἱ Φυλιστιεὶμ, καὶ ὁ Ἀβιμέλεχ ἀπήλαυνεν αὐτὸν ἐκεῖθεν. Ὁ δὲ οὐκ ἠμύνατο, ἀλλ' ἀνεχώρησε, καὶ ὤρυξε φρέατα, καὶ ἐμάχοντο περὶ αὐτῶν. Ὁ δὲ οὐκ ἀνθίστατο, ἀλλ' ἕτερα ὤρυσσεν, ἕως οὗ ἐπαύσαντο. Καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός. Καὶ ὁ Ἰσαὰκ ἐλθόντα πρὸς αὐτὸν τὸν Ἀβιμέλεχ ἐδέξατο ἀσμένως καὶ εἱστίασεν, οὐ μνησθεὶς ὧν ἠδικήθη. Ἔλαβεν ὁ Ἡσαῦ Χαναναίας γυναῖκας, καὶ ἤριζον τῇ Ῥεβέκκᾳ. Ἐγήρασεν ὁ Ἰσαὰκ καὶ ἠμβλυώπησε, καὶ προστάσσει τῷ υἱῷ Ἡσαῦ θηρεῦσαι καὶ ποιῆσαι αὐτῷ ἔδεσμα, ἵνα εὐλογήσῃ αὐτόν. Ὁ δὲ Ἰακὼβ, συμπραττούσης αὐτῷ τῆς μητρὸς, ἔφθασε τὸν Ἡσαῦ· ἑψήσασα γὰρ ἐρίφους δύο, καὶ τὰ δέρματα αὐτῶν περιθεῖσα αὐτῷ, ἵνα ἐπικρύψῃ τὴν λειότητα τοῦ παιδὸς, ἔδωκε τὰ ἐδέσματα εἰς τὰς χεῖρας αὐτοῦ, καὶ εἰσέπεμψεν. Ὁ δὲ εἰσελθὼν ἔλαβε τὰς εὐλογίας. Ἐλθὼν δὲ ὁ Ἡσαῦ, καὶ μαθὼν τὸ γεγονὸς, ἀπωδύρετο καὶ ἐθρήνει, καὶ ᾔτει εὐλογηθῆναι καὶ αὐτὸς, καὶ ἤνυσε τῇ ἐπιμονῇ, οὐδὲν μὲν τοσοῦτον ὅσον ἤλπισεν· ἤνυσε δὲ ὅμως. Μικρὰ τοίνυν εὐλογηθεὶς ἀντὶ μεγάλων, ὠργίζετο πρὸς τὸν ἀδελφὸν, ἐμνησικάκει, περιέμενε τοῦ πατρὸς τὴν τελευτὴν, ὡς τότε ἀδεέστερον ἐπιβουλεύσων αὐτῷ. Μηνύει τῷ Ἰακὼβ ταῦτα ἡ μήτηρ, καὶ παραινεῖ φυγῇ τὴν σωτηρίαν εὑρηκέναι· εἰποῦσά τε πρὸς τὸν Ἰσαὰκ, ὅτι ἀβίωτος αὐτῇ ἔσται ὁ βίος, εἰ καὶ Ἰακὼβ ἀπὸ τῶν Χαναναίων λάβοι γυναῖκα, παρασκευάζει τὸν Ἰσαὰκ ἐκπέμψαι τὸν Ἰακὼβ εἰς Μεσοποταμίαν πρὸς τὸν ἀδελφὸν αὐτῆς τὸν Λάβαν, καὶ ἐκ τῶν θυγατέρων αὐτοῦ γυναῖκα λαβεῖν. Ἀπελθόντος δὲ τοῦ Ἰακὼβ, λαμβάνει τὴν θυγατέρα Ἰσμαὴλ ἑαυτῷ γυναῖκα ὁ Ἡσαῦ. Ὁ δὲ Ἰσμαὴυἱὸς ἦν τοῦ Ἀβραὰμ, ἀπὸ τῆς Ἄγαρ γενόμενος αὐτῷ. Βλέπει τὴν κλίμακα ὁ Ἰακὼβ, ἵστησι στήλην, καὶ ἐπαγγέλλεται τὰ ὑπάρχοντα αὐτῷ ἀποδεκατώσειν τῷ Θεῷ, εἰ ὑγιαίνων ἐπανέλθοι. Ἔρχεται εἰς τὴν Μεσοποταμίαν, εἶδε τὴν Ῥαχὴλ, ἐφίλησεν αὐτήν· ἀπελθοῦσα ἡ κόρη ἀπήγγειλε τῷ πατρὶ Λάβαν. Ἐλθὼν αὐτὸς ἐπέγνω τὸν Ἰακὼβ, εἰσήγαγεν αὐτὸν πρὸς ἑαυτόν. Ἐδούλευσεν αὐτῷ ἐπὶ μισθῷ θυγατρός· ὁ δὲ τὴν πρεσβυτέραν ἔδωκε· δυσχεραίνοντι δὲ τῷ Ἰακὼβ ἐπὶ τῇ ἀπάτῃ, προτείνει ἑπτὰ ἔτη ἕτερα δουλεῦσαι, εἰ βούλοιτο καὶ τὴν νεωτέραν λαβεῖν. Ὁ δὲ καὶ τοῦτο ὑπέμεινε, καὶ λαμβάνει καὶ τὴν νεωτέραν. Ἦν δὲ ἡ μὲν πρεσβυτέρα ἀσθενὴς τοῖς ὀφθαλμοῖς, Λεία· ἡ δὲ νεωτέρα ὡραία, ἡ Ῥαχήλ. Εἰσὶ δὲ τύποι αὐταὶ, ἡ 56.322 μὲν πρεσβυτέρα τῆς συναγωγῆς τῶν Ἰουδαίων, ἡ δὲ νεωτέρα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ. Συνέλαβε Λεία, καὶ ἔτεκε τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευῒ, τὸν Ἰούδαν. Ἡ δὲ Ῥαχὴλ, ἐπεὶ μὴ ἔτικτε, δίδωσιτῷ Ἰακὼβ γυναῖκα δευτέραν, τὴν παιδίσκην αὐτῆς Βάλαν, καὶ ἔτεκεν ἐκείνη τὸν ∆ὰν καὶ τὸν Νεφθαλείμ. Ἔδωκε δὲ καὶ ἡ Λεία Ζελφὰν τὴν παιδίσκην αὐτῆς τῷ Ἰακὼβ γυναῖκα· ἡ δὲ ἔτεκε τὸν Γὰδ καὶ τὸν Ἀσήρ. Ἔτεκε δὲ ἑξῆς Λεία μετὰ ταῦτα τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλών. Τότε ἔτεκε καὶ ἡ Ῥαχὴλ τὸν Ἰωσήφ. Ὡδὲ ἤθελεν ὁ Ἰακὼβ ἀπελθεῖν εἰς τὴν οἰκείαν γῆν, δίδωσιν αὐτῷ τὸν μισθὸν ὁ Λάβαν, ὃν αὐτὸς ὁ Ἰακὼβ ὥρισε, πᾶν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν λευκὸν ἐν ταῖς αἰξίν· ὡς δὲ πολλὰ τὰ