1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

26

γῆρας. Καὶ λαμβάνει τὸν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ. Τότε σχίζεται τὸ στρατόπεδον, καὶ προστίθενται τῷ Σαβεέ. Καὶ ἐκπέμπει ∆αυῒδ τὸν Ἀμεσσᾶ πολεμῆσαι αὐτῷ· ὁ δὲ Ἰωὰβ ἀναιρεῖ μὲν τὸν Ἀμεσσᾶ δόλῳ, πολιορκεῖ δὲ τὴν πόλιν εἰς ἣν κατέφυγεν ὁ Σαβεέ. Οἱ δὲ ἐν τῇ 56.348 πόλει, γυναικὸς συμβουλευσάσης, ἀποτεμόντες τοῦ Σαβεὲ τὴν κεφαλὴν, ἔῤῥιψαν ἀπὸ τοῦ τείχους τῷ Ἰωὰβ, καὶ οὕτως ἀπηλλάγησαν τοῦ πολέμου. Λιμὸς καταλαμβάνει τὴν γῆν· λύσις δὲ ἦν τοῦ λιμοῦ τὸ τινὰς τῶν τοῦ Σαοὺλ ἐκδοθῆναι τοῖς Γαβαωνίταις. Καὶ τὸν Μεμφιβαὰλ περιποιεῖται ὁ ∆αυῒδ, διὰ τοῦ ὅρκου τοῦ πρὸς Ἰωνάθαν. Ἐκδίδωσι δὲ τοὺς τοῦ Σαοὺλ υἱοὺς καὶ ἐκγόνους, καὶ θάπτει τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν ἐν τῷ τάφῳ Κείς. Γίνονται ἐνταῦθα πόλεμοι. Καὶ κωλύουσι τὸν ∆αυῒδ ἐξελθεῖν, μήποτε κινδυνεύσῃ. Τότε λέγει τὸν ἑπτακαιδέκατον ψαλμόν. Καταλέγει τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν ἀρχόντων τοῦ ∆αυΐδ. Κελεύεται Ἰωὰβ ἀριθμῆσαι τὸν λαὸν, καὶ ἀριθμεῖ· καὶ ἦν Ἰσραὴλ ἐννακόσιαι χιλιάδες, καὶ Ἰούδα τετρακόσιαι χιλιάδες, πάντες πολεμισταί. Τότε ἔρχεται Γὰδ ὁ προφήτης, αἵρεσιν αὐτῷ διδοὺς τριῶν τιμωριῶν, ἣν βούλοιτο ὑποστῆναι, ἢ τρία ἔτη λιμὸν, ἢ τρεῖς ἡμέρας φυγεῖν ἐπικειμένων ἐχθρῶν, ἢ τρεῖς ἡμέρας θάνατον. Ὁ δὲ τὰς τρεῖς ἡμέρας τοῦ θανάτου εἵλετο, καὶ ἀπέθανον ἀπὸ πρωῒ ἕως ἀρίστου ἑβδομήκοντα χιλιάδες. Τότε λέγει ∆αυΐδ· Ἰδοὺ ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χεὶρ ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐπαύσατο ἡ τιμωρία. Καὶ κελεύεται ὁ ∆αυῒδ θῦσαι [λ. στῆσαι] θυσιαστήριον ἐν τῇ ἅλῳ Ὀρνία, καὶ θῦσαι· καὶ ἐποίησεν οὕτως. Ὀρνίας υἱὸς ∆αυῒδ ἑστιᾷ τοὺς περὶ Ἰωὰβ καὶ Ἀβιάθαρ, ὡς βασιλεύσων. Εἰσέρχεται ἡ Βηρσαβεὲ κατὰ συμβουλὴν Νάθαν τοῦ προφήτου, καὶ ἀπαγγέλλει τῷ ∆αυΐδ· μεταξὺ δὲ λαλούσης ἐκείνης εἰσῆλθε καὶ ὁ Νάθαν, κατασκευάσαντες ὥστε βασιλεῦσαι τὸν Σολομῶνα. Ἐξῆλθον ἐπιβιβάσαντες τὸν Σολομῶνα τῇ ἡμιόνῳ τῇ βασιλικῇ. Τότε ὁ προφήτης Νάθαν καὶ ὁ ἱερεὺς Σαδδοὺκ ἀπῆλθον εἰς τὴν Γιὼν, καὶ ἔχρισαν αὐτὸν καὶ εἶπον· Ζήτω ὁ βασιλεύς. Ἐλθὼν ὁ υἱὸς Ἰωνάθαν ἀπήγγειλε τῷ Ὀρνίᾳ ταῦτα ἑστιωμένῳ. Καὶ οἱ μὲν ἄλλοι ἔφυγον, ὁ δὲ Ὀρνίας κατέφυγεν εἰς τὸ θυσιαστήριον, δεδοικὼς τὸν Σολομῶνα. Τότε ἐξάγει αὐτὸν ἐκεῖθεν, καὶ ἐλθὼν προσεκύνησε τῷ βασιλεῖ. Μέλλων τελευτᾷν ὁ ∆αυῒδ, παραινεῖ τῷ Σολομῶντι, ὥστε φυλάττειν τοῦ Θεοῦ τὸν νόμον· οὕτω γὰρ τεύξεσθαι αὐτῷ τῶν ἐπαγγελιῶν τῶν ἐπηγγελμένων αὐτῷ. Παραγγέλλει τε περὶ Ἰωὰβ καὶ Σεμεεὶ, ὥστε τιμωρηθῆναι αὐτοὺς, καὶ περὶ τῶν υἱῶν Βερζελλὶ, ὥστε αὐτοὺς τιμῆς τυγχάνειν, 56.349 καὶ τῆς τραπέζης ἀπολαύειν τῆς βασιλικῆς. Καὶ ἀποθνήσκει τεσσαράκοντα ἔτη βασιλεύσας. Βασιλειῶν γʹ. Ἀναιρεῖ τὸν Ὀρνίαν ὁ Σολομῶν, ὅτι τὴν Ἀβισὰκ ᾔτησε, καὶ τὸν Ἀβιάθαρ ἐξέβαλε τῆς ἱερωσύνης. Καὶ ἐπληρώθη ἡ κατὰ τοῦ Ἡλεὶ ἀπειλή· ἐξ ἐκείνου γὰρ κατῆγε τὸ γένος. Ἀνεῖλε δὲ καὶ τὸν Ἰωάβ· τὸν δὲ Σαδδοὺκ τὸν ἱερέα ἀντὶ τοῦ Ἀβιάθαρ κατέστησεν ἱερέα. ∆ίδωσι δὲ ὁ Σολομῶν πρόσταγμα τῷ Σεμεεὶ, ὥστε ἐν τῇ πόλει μένειν διόλου· εἰ δέ ποτε ἐξέλθοι, οὐκ ἀτιμωρητὶ τοῦτο ποιήσειν, ἀλλὰ θανάτου ὑποστήσεσθαι ζημίαν. Ἀπώλοντο αὐτῷ δοῦλοι· ὁ δὲ ἐπιλαθόμενος τοῦ προστάγματος, ἐξῆλθε ζητήσειν, καὶ μαθὼν ὁ Σολομῶν ἀνεῖλεν αὐτόν. Περὶ τῆς σοφίας Σολομῶντος διήγησις, περὶ τῆς εἰρήνης τῆς ἐπ' αὐτοῦ, περὶ τῆς πολυτελείας τῆς τοῦ ἀρίστου, καὶ περὶ ἁρμάτων, περὶ τῶν ἵππων, περὶ παντὸς τοῦ πλούτου. Αἰτεῖ Σολομῶν σοφίαν παρὰ τοῦ Θεοῦ. Τότε κρίνει ταῖς γυναιξὶ ταῖς ὑπὲρ τοῦ παιδίου προσελθούσαις αὐτῷ. Πάλιν περὶ τῆς σοφίας Σολομῶντος λόγος, περὶ τῆς πολυτελείας τῆς τραπέζης αὐτοῦ, καὶ τίνες ἐλειτούργουν ταύτην αὐτῷ τὴν λειτουργίαν. Ἀποστέλλει πρὸς Χειρὰμ τὸν βασιλέα Τύρου, τοὺς δρυοτόμους αἰτῶν ἐπὶ μισθῷ· ὃ δὴ παρέσχεν. Ἐνταῦθα ἔγκειται τῶν ἐργαζομένων ὁ ἀριθμὸς, καὶ τῆς ἑτοιμασθείσης εἰς τὸν ναὸν ὕλης τὸ πλῆθος. Εἶτα ἡ οἰκοδομὴ τοῦ ναοῦ. Εὔχεται ὁ Σολομῶν ἐν τῷ ναῷ, καὶ θύει, καὶ ἐγκαινίζει τὸν οἶκον. Ἐπαγγέλλεται ἀγαθὰ αὐτῷ ὁ Θεὸς, ἐὰν φυλάξῃ τὰ προστάγματα αὐτοῦ, καὶ ἀπειλεῖ τἀναντία, ἐὰν παραβῇ. Ἦν δὲ