1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

4

πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον." Τῶν κτισμάτων τὰ μέν εἰσι μονογενῆ, καὶ ἀδιάδοχα, οἷον ἥλιος, καὶ σελήνη, καὶ τὰ τῷ αἰῶνι συμπαρεκτεινόμενα· τὰ δὲ τῇ διαδοχῇ σώζεται ὑπὸ τὸν ἥλιον ὅντα, οἷον ζῶα καὶ φυτά· τὰ δὲ γενέσει καὶ φθορᾷ ὑποκείμενα. Περὶ τῶν ἐκ διαδοχῆς οὖν σωζομένων ὁ λόγος· ἄνθρωπος γέγονε ἀπ' ἀρχῆς· ἐκείνου τελευτήσαντος ἄλλος γεννᾶται. Φυτὸν γέγονε, φυτὸν γεννᾶται. "Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον· ὃς λαλήσει καὶ ἐρεῖ, Ἴδε τοῦτο καινόν ἐστι· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν." Ὁ αἰὼν ποτὲ μὲν ἀνθρώπινον βίον σημαίνει. κατὰ τὸ εἰρημένον, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ δι' ὅλου μου τοῦ βίου. Καὶ πάλιν, Ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ, ἄχρι τελευτῆς· ποτὲ δὲ καὶ τὴν χρονικὴν παρέκτασιν τοῦδε τοῦ παντὸς, τὴν ἀπὸ τῆς κτίσεως τοῦ κόσμου μέχρι συντελείας. Εἴρηται μὲν οὖν ὅτι οὐδὲν καινὸν ἐν ταῖς τῶν ἀνθρώπων, καὶ ζώων, καὶ φυτῶν διαδοχαῖς. Καὶ ἄλλως δὲ, Οἱ ἐνάρετοι ἐν τῷδε τῷ βίῳ, ἐν τῷ μέλλοντι αἰῶνι στεφανοῦνται· οἱ δὲ κακοὶ κολάζονται. "Τί οὖν τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον." Ἀντὶ τοῦ, Ἀρετήν τις μετῆλθε; ἆθλα ἀρετῆς ἀπολήψεται· κακίαν τις μετῆλθε; κακίας ἀποτίσει δίκην. Τὰ οὖν ἐν τῷ μέλλοντι αἰῶνι γενησόμενα ἐπίχειρα τυγχάνουσι τῶν ἐν τῷδε τῷ βίῳ προγεγονότων. "Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενησομένοις οὐκ ἔστιν αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὰ ἔσχατα." Τὰ καθ' ἕκαστον ὑπὸ τῶν ἀνθρώπων γενόμενα ἐν ὅλῳ τῷ παρελθόντι βίῳ, ἄπειρα τυγχάνουσιν· καὶ οὐ δυνατὸν ἡμᾶς μνημονεύειν. Ἀλλ' οὐδὲ τί πράξουσιν οἱ μεθ' ἡμᾶς, ἴσμεν· οἷον, τί ἔπραξαν οἱ ἀπὸ κτίσεως πάντες ἄνθρωποι ἰδίᾳ ἕκαστος. Οὕτε γενόμενοι ἡμῖν, οὕτε ἐπιστάμεθα· ἀλλ' οὐδὲ τῶν μεθ' ἡμᾶς πραξομένων τὴν αἴσθησιν ἔχομεν. Τὰ μὲν γὰρ καθόλου ἴσως που καὶ ἐννοεῖν· τὰ δὲ καθ' ἕκαστον, πάντως ἀδύνατον. Οὐκ ἔστι οὖν μνήμη τοῖς πρώτοις, καὶ τοῖς ἐσχάτοις γενησομένοις. Ἄλλως, Οἱ ἐν ἀρετῇ ζήσαντες, καὶ βασιλείας οὐρανῶν ἀξιούμενοι, ὅταν ἐκεῖ γένωνται, οὐκ 93.489 ἐπαισθητικῶς μνήμην λαμβάνουσι τῶν ἐν τῷδε τῷ βίῳ ἐπιπόνων· ἀλλ' οὐδὲ ἐπαισθάνονται αἰσθητικῶς τῶν κολαζομένων τὴν κόλασιν· οὐκ ἔσται οὖν αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην, τουτέστι τῶν τότε κολαζομένων· οὐχ ὅτι λήθῃ κρατοῦνται αἱ ψυχαὶ, ἀλλ' ὅτι παρούσης τῆς ἀπολαύσεως ἀμνηστία γίνεται, κατὰ τὸ εἰρημένον, Ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνηστία κακῶν. "Ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς Ἰσραὴλἐν Ἱερουσαλήμ." Ἐπειδὴ παραινεῖται αἰσθητῶν καταφρονεῖν πραγμάτων, εὐπαράδεκτος δὲ σύμβουλος, ὃς κτησάμενος καὶ ὑπερφρονήσας, τέθεικε ἑαυτοῦ τὸ ἀξίωμα, ἵνα μετὰ προσοχῆς τῶν λεγομένων ἀκούωμεν. "Καὶ ἔδωκα τὴν καρδίαν μου, τοῦ ἐκζητῆσαι, καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν ἥλιον." Καὶ θεοδώρητον, φησὶν, ἐσχηκὼς σοφίαν, ὅλον μου τὸν νοῦν εἰς τὴν ἐπίσκεψιν δέδωκα τῶν ὑπὸ τὸν ἥλιον πραγμάτων. Καὶ σημειοῦ ὅτι ὁ Ἐκκλησιαστὴς οὐ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀνέφικτα κατασκέπτεται, ἀλλὰ τὰ ὑπὸ τὸν ἥλιον. Οὐκ ἀνθρωπίναις οὖν, φησὶν, ἐννοίαις περιεσκεψάμην, ἀλλὰ τῇ δωρηθείσῃ μοὶ θεόθεν σοφίᾳ χρώμενος. "Ὅτι περισπασμὸν πόνηρον ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ." Υἱοὺς ἀνθρώπων τοὺς περὶ τὰ μάταια κεχηνότας φησὶ, κατὰ τὸ ἐν ψαλμῷ, Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; [πόνηρον δὲ προπαροξυτόνως ἀνάγνωθι.] Ἐθεώρησα οὖν διὰ τῆς σοφίας, ὅτι ἐπίπονον περισπασμὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων· τὸ γὰρ, ἵνα τις πλουτίσῃ, ἢ δόξαν κτήσηται διάκενον, ἢ γαστρὶ χαρίσηται, πάντα κάματον ὑπομείνειν χρησίμως δέδοται τοῖς ἀνθρώποις. Εἰ γὰρ ἵνα τὰ μάταια καὶ παρερχόμενα κτησώμεθα, πονοῦμεν, ποῦ ἂν κακίας οὐκ ἠλαύνομεν, εἰ ἀκαμάτως ταῦτα ἡμῖν προσεγίνετο; Χρησίμως οὗν δέδοται τοῖς ἀνθρώποις ὁ ἐπίπονος περισπασμός. Εἰ δὲ καὶ ἀρετὴ μετὰ πόνων κατορθοῦται, καὶ τοῦτο χρήσιμον. Εἰ γὰρ δεῖ πονεῖν περί τε τὸ φαῦλον, καὶ τὸ ἀγαθόν· ἐκδέχεται δὲ τὸ μὲν φαῦλον κόλασις, τὸ δὲ ἀγαθὸν ἄῤῥητος