1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

5

ἀπόλαυσις· ἀσυγκρίτως προκριτέος ὁ περὶ τὸ καλὸν πόνος. Ἄλλως τε, ὁ ἐνάρετος οὐδὲ πολλὰ περισπᾶται, κατὰ τὸ εἰρημένον, Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζῃ περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία, ἣ ἑνός· λέγει δὲ, τῶν ἐντολῶν, ἢ τῆς πασῶν συνεκτικῆς ἀγάπης. Καθόλου τοίνυν χρησίμως δέδοται τοῖς ἀνθρώποις ὁ ἐπίπονος περισπασμός. "Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος." Ὅσα, φησὶν, ποιοῦσιν οἱ ἄνθρωποι, οὐ τῶν ὑπὲρ τὸν ἥλιον χάριν, τουτέστι τῶν οὐρανίων ἀγαθῶν ἕνεκα, ἀλλὰ τῶν ὑπὸ τὸν 93.492 ἥλιον, τῶν γηΐνων καὶ φθαρτῶν, πάντα εἶδον ὅτι εἰσὶ ματαιότης· πρὸς γὰρ τῷ παρατρέχειν, καὶ τὴν μὲν ταῦτα κόλασιν παρασκευάζουσι, διότι προαιρετικῶς ταῦτα πράττουσι, καὶ οὐκ ἀναγκαστικῶς. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν καλεῖ, τὴν λογικὴν, τὴν καὶ τῷ αὐτεξουσίῳ τετιμημένην. "∆ιεστραμμένον οὐ δυνήσεταί που κοσμηθῆναι, καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι." Εἰ μὲν ἐκ προσώπου τοῦ σοφοῦ ὁ λόγος, οὕτω νοήσεις· Ὁ διεστραμμένος καὶ εἰς κακίαν πεσὼν, ἐν ὅσῳ ἐστὶ ἐν τῇ κακίᾳ, ἀρετὴν ἀναλαβεῖν οὐ δύναται· εἰ δὲ ταύτης ἀποστῇ, τότε λαμβάνει τὴν ἀρετὴν, κατὰ τὸ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἀλλ' οὐδὲ ὁ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ ὑστερούμενος, ἕως ἐστὶ ἐν τῷ ὑστερήματι, καὶ οὐ μετανοεῖ, δύναται ἐν τοῖς θεοσεβέσιν ἀριθμεῖσθαι. Ἄλλως· Γεγόνασί τινες οἳ αὐτομάτως τὸν κόσμον ἔφασαν γενέσθαι, καὶ ἀτελῆ τυγχάνειν· πρὸς οὓς ἐρεῖ ὁ σοφὸς, Τί ὁρᾶται ἀτελὲς ἐν τῷ κόσμῳ, ἢ διεστραμμένον, ἵνα καὶ ἐπικοσμηθῇ; Τί δὲ ὑστερεῖ τοῦ παντὸς, ἵνα καὶ προστεθῇ καὶ ἐπαριθμηθῇ; εἰ δὲ ἐκ προσώπου τῶν τὰς φύσεις ἡγουμένων ὁ λόγος, τῶν λεγόντων ὅτι εἰσί τινες φύσει κακοὶ, μὴ δυνάμενοι ἐπικοσμηθῆναι· ἐλέγχομεν αὐτῶν διὰ πλειόνων τὸν λόγον. Οὐδεὶς γὰρ φύσει κακός. ∆ιὸ καὶ Ματθαῖος ἐκ τελώνου εἰς εὐαγγελιστὴν ἐκλήθη. Ἀλλὰ καὶ τὰ δοκοῦντα ἐν κόσμω εἶναι κακὰ, οἷον ὄφεις, καὶ λέοντες, καὶ τὰ παραπλήσια, εἰς σωτηριώδη φάρμακα τοῖς ἀνθρώποις χρησιμεύουσι· καὶ εἰς τὸ ἐντρέπεσθαι τὸν ἄνθρωπον τῇ αὐτῶν παραθέσει, ὅταν ἀκούῃ, Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· καὶ αἰσχύνεσθαι, ὅταν αὐτοῖς παραβάλληται, ἀκούων, Παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις. Οὐδὲν οὖν ἐν κόσμῳ κακὸν, ἀλλὰ πάντα λυσιτελῆ καὶ χρήσιμα. Εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς, πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Μὴ λέγετε οὖν, ὧ οὗτοι, ὅτι διεστραμμένον οὐ δυνήσεται τοῦ κοσμηθῆναι, καὶ ὑστέρημα τοῦ ἀριθμηθῆναι. "Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου, τῷ λέγειν· Ἰδοὺ ἐγὼ ἐμεγαλύνθην, καὶ προστέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καὶ καρδία μου εἶδε πολλὴν σοφίαν, καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμας. Ἔγνων ἐγὼ ὅτι καί γε τοῦτο προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα." Λαλεῖ τις ἐν καρδίᾳ ἑαυτοῦ, ὅτε τῷ νῷ πρὸς τὴν νόησιν χρώμενος, ἑαυτῷ διαλέγεται. Ἐλογισάμην οὖν, φησὶν, ὅτι σοφίαν προσέθηκα ὑπὲρ τοὺς ἔμπροσθέν μου. Τὸ δὲ, προσέθηκα κατὰ προκοπὴν δείκνυσιν ἐν ἑαυτῷ τὴν σοφίαν ἐπαύξεσθαι. Σοφία δέ ἐστι γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν· γνῶσις δέ ἐστι θεωρία τῆς φύσεως τῶν ὄντων. Καὶ οἱ μὲν ἔχοντες γνῶσιν, ἑαυ 93.493 τοὺς παιδεύουσι, τῆς ἀγνοίας ἐλευθερωθέντες· οἱ δὲ λαβόντες τὸν λόγον σοφίας, λόγους ἀληθείας καὶ ἑτέρους διδάσκουσι. Τὴν δὲ σοφίαν καὶ τὴν γνῶσιν οὐκ ἔτι εἶπε ματαιότητα, ἀλλὰ προαίρεσιν πνεύματος, διδάσκων ὅτι οὐ κατά τινα εἱμαρμένην οἱ σοφοὶ γίνονται σοφοὶ, ἀλλὰ σοφίαν ἐπιθυμήσαντες, καὶ πονήσαντες, καὶ αἰτήσαντες παρὰ Θεοῦ, καὶ λαβόντες. Ἐὰν δέ τις, φησὶ, πλείονος γνώσεως ἐρᾷ, προστιθέτω καὶ τοὺς κατὰ ἀρετὴν πόνους. Ἢ καὶ οὕτως, ὁ ἐν γνώσει ἁμαρτάνων, μειζόνως κολάζεται· διὸ ὁ προστιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα. Ὡς περιληπτικωτέρας δὲ οὔσης τῆς σοφίας τῆς γνώσεως, εἷπε ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. ΚΕΦΑΛ. Βʹ. "Εἶπον ἐγὼ ἐν καρδίᾳ μου, ∆εῦρο δὴ, πειράσω σὲ ἐν εὐφροσύνῃ, καὶ ἐν ἀγαθοῖς· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. Τῷ