6
ἐπάγγελμα ἔχει περὶ διαφορᾶς δοξῶν τε καὶ γνώσεων, ἐπαγγελμάτων τε πίστεώς τε θεοῦ καὶ ἀπιστίας, αἱρέσεών τε καὶ κακοδόξου γνώμης ἀνθρωπείας ὑπὸ πεπλανημένων ἀνδρῶν ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ Γρατιανοῦ ἑβδόμου. τῶν δὲ ὑφ' ἡμῶν μελλόντων εἰς γνῶσιν τῶν ἐντυγχανόντων ἥκειν περὶ αἱρέσεών τε καὶ σχισμάτων τὰ μὲν ἐκ φιλομαθίας ἴσμεν, τὰ δὲ ἐξ ἀκοῆς κατειλήφαμεν, τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν, τῶν δὲ μέρος τι τῶν παρ' αὐτοῖς γινομένων. ἐξ ὧν τοῦτο μὲν διὰ συνταγμάτων παλαιῶν συγγραφέων, τοῦτο δὲ δι' ἀκοῆς ἀνθρώπων ἀκριβῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν ἔγνωμεν. τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι' ἑαυτῶν ἐπιβαλλόμενοι οὐδ' ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον, ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὦ τιμιώτατοί μου ἀδελφοὶ καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι. ἐπεὶ οὖν παντα1.171 χόθεν οὐκ ἀθεεὶ διασκοπήσας τὰς ψήφους τῶν αἰτήσεων διὰ τὴν ὑπερβάλλουσαν τῶν τοῦ θεοῦ δούλων ἀγάπην εἰς τοῦτο παρελθεῖν κατηξίωμαι, οὐ δι' εὐεπείας λόγων οὐ στωμύλοις τισὶ φθογγαῖς, ἀλλ' ἁπλῇ τῇ διαλέκτῳ ἁπλῷ τῷ λόγῳ, ἀκριβείᾳ δὲ τῶν ἐν τῷ λόγῳ δηλουμένων ἄρξομαι τοῦ λέγειν. 3. Καὶ Νίκανδρος μὲν ὁ συγγραφεὺς θηρῶν τε καὶ ἑρπετῶν ἐποιήσατο τῶν φύσεων τὴν γνῶσιν, ἄλλοι δὲ συγγραφεῖς ῥιζῶν τε καὶ βοτανῶν τὰς ὕλας *, ὡς ∆ιοσκουρίδης μὲν ὁ ὑλοτόμος, Πάμφιλός τε καὶ Μιθριδάτης ὁ βασιλεύς, Καλλισθένης τε καὶ Φίλων, Ἰόλαός τε ὁ Βιθυνὸς καὶ Ἡρακλείδας ὁ Ταραντῖνος, Κρατεύας ὁ ῥιζοτόμος, Ἀνδρέας τε καὶ Βάσσος ὁ Τύλιος, Νικήρατος καὶ Πετρώνιος, Νίγερ καὶ ∆ιόδοτος, καὶ ἄλλοι τινές. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἡμεῖς τὰς τῶν αἱρέσεων ῥίζας τε καὶ γνώμας πειρώμενοι ἀποκαλύπτειν οὐ βλάβης ἕνεκα τοῖς ἐντυγχάνειν ἐθέλουσιν *, ἀλλὰ καθάπερ τοῖς προειρημένοις συγγραφεῦσι διὰ σπουδῆς ἐγένετο οὐ τὸ κακὸν σημᾶναι, ἀλλὰ πρὸς φόβον καὶ ἀσφάλειαν τῆς ἀνθρωπείας φύσεως, εἰς τὸ γινώσκειν τὰ δεινὰ καὶ ὀλετήρια καὶ προασφαλίζεσθαι καὶ διαδιδράσκειν σὺν τῇ τοῦ θεοῦ δυνάμει διὰ τοῦ προσέχειν καὶ μὴ συναμιλλᾶσθαι τοῖς δηλητηρίοις τοιούτοις περιτυχόντας καὶ ὑπὸ τῶν τοιούτων ἐπιβουλευθέντας ἢ δι' ἐμφυσήματος ἢ δήγματος ἢ θεωρίας, οἱ αὐτοὶ τὰ αὐτὰ μεριμνήσαντες ἅμα καὶ ἀλεξητήρια ῥιζῶν τε καὶ βοτανῶν προετύπωσαν πρὸς ἀθέτησιν τῆς τῶν προειρημένων ἑρπετῶν μοχθηρίας, -οὕτω καὶ ἡμῖν τὸ πόνημα διὰ τὴν τῶν προειρημένων ἀποτροπὴν καὶ ὑμῶν, ποθεινότατοι, * εἰς τὸ ἀποκαλύψαι τῶν δεινῶν ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ ἰοὺς καὶ δήγματα ὀλετήρια. πρὸς ἀντίθεσιν δὲ τούτων ὅσαπερ δυνάμεθα ἐν συντόμῳ εἴ που ἓν ἢ δύο 1.172 ῥήματα εἰς τὸ ἀνακρούσασθαι μὲν αὐτῶν τὸν ἰόν, σῶσαι δὲ τὸν βουλόμενον * μετὰ τὸν κύριον καὶ καθ' ἑκουσίαν γνώμην καὶ ἀκουσίαν εἰς τὰ αὐτὰ ἑρπετώδη τῶν αἱρέσεων διδάγματα παραπεπτωκότα ἀντιδότων δίκην παραθησόμεθα. ˉΑ. Βαρβαρισμός. Καὶ γὰρ ἀπ' ἀρχῆς Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ πλασθεὶς ἀπὸ γῆς καὶ λαβὼν τὸ ἐμφύσημα ἐζωογονήθη οὐ γάρ, ὥς τινες οἴονται, ἀπὸ πέμπτης ἤρξατο καὶ τῇ ἕκτῃ ἐτελειώθη· ἔσφαλται γὰρ ἡ τῶν λεγόντων τοῦτο διάνοια, ἁπλοῦς τε ἦν καὶ ἄκακος, οὐκ ὄνομά τι κεκτημένος ἕτερον, οὐ δόξης οὐ γνώμης οὐ βίου διακρίσεως ἐπίκλησιν κεκτημένος ἀλλ' ἢ Ἀδὰμ μόνον κληθείς, τὸ ἑρμηνευόμενον ἄνθρωπος. τούτῳ πλάττεται ἐξ αὐτοῦ γυνὴ ὁμοία αὐτῷ, ἐκ