1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

6

γέλωτι εἶπον περιφορὰν, καὶ τῇ εὐφροσύνῃ, Τί τοῦτο ποιεῖς;" Τὴν κοσμικὴν, φησὶ, χαρὰν ἀναλογιζόμενος κατεσκεψάμην, εἰ ἀγαθόν τι ἔχει· καὶ εἶδον ὅτι καὶ αὐτὸ τὸ χαίρειν διὰ πλούτου, τυχὸν περιουσίαν, ἢ δόξαν, ἤ τι τῶν ἐν τῷ κόσμῳ, ματαιότης ἐστί· ἀμέλει, εἶπον τῇ τοιαύτῃ χαρᾷ (γέλωτα γὰρ τὴν χαράν φησι) καὶ τῇ τοιαύτῃ εὐφροσύνῃ, Περιφέρου, καὶ ἀπόστα ἀπ' ἐμοῦ, τί τοῦτο ποιεῖς; ἀντὶ τοῦ, Τί παρασκευάζεις με ἐπὶ τοῖς τοιούτοις χαίρειν; Καὶ γὰρ ματαιότης ἐστὶ, καὶ οὐδὲν ἕτερον ἡ διὰ τῶν τοιούτων ἐγγινομένη ἡδονή. "Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου." Τὸ πόμα ὑπὸ τοῦ πίνοντος καταποθὲν ἀφανές. Ἐλογισάμην οὖν, φησὶν, εἰ ἐν ταῖς ἀνθρωπίναις εὐημερίαις καὶ ἀπολαύσεσι δύναται ὁ νοῦς οὕτως ἀνδρεῖος εἶναι, ὡς ἐξαφανίζειν οἷά τινα οἶνον καταποθέντα, τὴν σαρκικὴν ἐπιθυμίαν. "Καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν." Ὁ Σολομὼν σοφίαν δεξάμενος παρὰ Θεοῦ, καὶ χύσιν καρδίας, ὡς τὴν ψάμμον τῆς θαλάσσης, ὀξυδερκέστατος γέγονε τὴν διάνοιαν· ἠδύνατο μὲν γὰρ θείων ἅπτεσθαι λόγων, καὶ μεγάλα λαλεῖν μυστήρια, ὅπερ δὴ καὶ ποιῶν φαίνεται. Ἠδύνατο δὲ καὶ τῇ τῆς νοήσεως ὀξύτητι, περὶ πάντα ἃ ἐβούλετο, δεξιῶς τῇ νοήσει χρήσασθαι· ὥσπερ γάρ τις ὡραίους ἔχων ὀφθαλμοὺς τῇ αὐτῇ τῶν ὀφθαλμῶν ἐνεργείᾳ, ποτὲ μὲν εἰς δέον κέχρηται, ποτὲ δὲ ἀκολάστως ὁρᾷ, οὐ τῆς ἐνεργείας τῶν ὀφθαλμῶν αἰτίας οὔσης, ἀλλὰ τῆς κατὰ ψυχὴν διαθέσεως· οὕτω καὶ ὁ λαμπρυνθεὶς ὑπὸ Θεοῦ τὴν διάνοιαν, εἰ μὲν εἰς δέον χρήσοιτο τῷ δώρῳ, θεῖα πράγματα περιαθρεῖ· εἰ δὲ καθελκυσθῇ περὶ τὰ γήϊνα, ἀμαυροῖ περὶ τὴν δωρεάν· πλὴν εὐφυῶς καὶ περὶ ταῦτα ἐπιβάλλεται. Οὐ γὰρ ἡ ὀξύτης τοῦ νοῦ, ἀλλ' ἡ διάθεσις τῆς ψυχῆς, ἡ καὶ ἐπαινετῶς ἢ ψεκτῶς κεχρημένη τῷ δώρῳ, ἐπαινεῖται ἢ ψέγεται. ∆έδωκα 93.496 οὖν, ἔφη, τὴν καρδίαν μου, τουτέστι τὸν νοῦν μου, καὶ ἐλογισάμην ποῖον ἄρα εἴη τὸ ἐν ἀνθρώποις ἀγαθὸν, καὶ τί ποιοῦντες οἱ ἐν κόσμῳ, δύνανται δι' ὅλης τῆς ἑαυτῶν ζωῆς ἐν ἡδονῇ εἶναι, καὶ εὐφροσύνῃ. Οἷα τοίνυν ἀνθρώπινα λογισάμενος, καὶ ψυχικῇ τινι τῇ σοφίᾳ χρώμενος, ἐπιδέδωκε ἑαυτὸν εἰς τὸ ποιῆσαι ἃ ἑξῆς καταλέγει. ................. ................. Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ Θεοῦ ποίημα, ἀλλὰ τὸ ἐμαυτοῦ. Οὐδεὶς γὰρ τοῖς θείοις ποιήμασι προσθεῖναί τι δύναται. Ὠκοδόμηκά μοι οἴκους, Ἰδίωμα εὑρὼν ἐν διαλέκτῳ, τὸ Ὠκοδόμηκά μοι, καὶ τὸ Ἐποίησά μοι, κέχρηται αὐτῷ ἐν τῇ τῆς λέξεως ἀπαγγελίᾳ. Ἐφύτευσά μοι ἀμπελῶνας. Ἐξουσίᾳ βασιλικῇ χρώμενος, καὶ πλούτου περιουσίᾳ, διὰ παντὸς εἴδους κτημάτων ἤρχετο. Ἐποίησά μοι κήπους καὶ παραδείσους. Κῆπος κυρίως ὁ λάχανα φέρων λέγεται· παράδεισος δὲ, ὁ δένδροις διαφόροις καταπεφυτευμένος. ∆ιό φησιν, Καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. Ἐποίησά μοι κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. Φιλοτίμως τοὺς παραδείσους ἀπεργαζόμενος, τὰ ὑψίκομα φυτὰ, ἅπερ ἡ γῆ τοῖς ὄρεσιν αὐτομάτως τρέφει, οἷον ἐλάτας, ἡ ἰτέας, ἢ δρῦς, ἢ πεύκας, ταῦτα τοῖς παραδείσοις περιεφύτευε. ∆ιὸ καὶ δρυμοῦ μέμνηται χειροποιήτου, ἐφ' ᾧ καὶ πλείστων ὑδάτων ἐδεῖτο "Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι." Ὡς γὰρ οὐκ ἀρκούντων τῶν οἰκογενῶν εἰς τὴν τῶν κτισμάτων αὐτοῦ ὑπηρεσίαν, ἀναγκαίως καὶ ἀργυρωνήτους οἰκέτας ἐκτήσατο. "Καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ." Ὑπερηκόντισα, φησὶ, πάντας τοὺς πρὸ ἐμοῦ βασιλεῖς ἐν ποιμνίοις καὶ βουκολίοις, ἢ καὶ ἐν πᾶσι τοῖς προειρημένοις· ἑκάτερος γὰρ δύναται νοεῖσθαι. "Συνήγαγόν μοι καί γε ἀργύριον, καί γε χρυσίον." Ὡς πολλῶν κτῆσιν μὲν ἐχόντων, ἀπόθετα δὲ οὐκ ἐχόντων χρήματα, προστέθηκεν καὶ τὴν τούτων εὐπορίαν. "Καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν." Ἀλλὰ καὶ βασιλεῖς, φησὶν, ὑποφόρους ἔσχον, καὶ χώρας γεννήματα ποιούσας· αἱ γὰρ χῶραι ἐν τῇ Γραφῇ, αἱ καρποφόροι ὠνομάσθησαν, κατὰ τὸ ἐν