7
φθέγγεται πρότερον, ἀλλ' ἀπ' ὀδυρμῶν ποιεῖται τὰ προοίμια, καὶ θερμὰς ἀφίησι πηγὰς δακρύων. Καὶ καθάπερ, ὄμβρων καταφερομένων, καὶ ἡ σκληροτέρα γῆ καταβρεχθεῖσα καὶ καταμαλαχθεῖσα, ῥᾳδίως ἑαυτὴν πρὸς τὰς τῶν καρπῶν διεγείρει γονὰς, οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο. Καθάπερ γὰρ ὑπ' ὄμβρων τῶν δακρύων ἡ μήτρα μαλαττομένη, καὶ διὰ τῆς ὀδύνης διαθερμαινομένη, πρὸς τὴν καλὴν ἐκείνην τεκνογονίαν ἤρχετο διεγείρεσθαι. Ἀκούσωμεν δὲ καὶ αὐτῶν τῶν ῥημάτων, καὶ τῆς καλῆς ταύτης ἱκετηρίας. Κλαίουσα ἔκλαυσε, φησὶ, καὶ ηὔξατο εὐχὴν τῷ Κυρίῳ, λέγουσα· Α∆ΩΝΑΙ ΚΥΡΙΕ ΕΛΩΙ ΣΑΒΑΩΘ. Φοβερὰ τὰ ῥήματα, καὶ φρίκης γέμοντα· καὶ καλῶς ἐποίησεν ὁ συγγραφεὺς μὴ μετενεγκὼν αὐτὰ πρὸς τὴν ἡμετέραν φωνήν· οὐ γὰρ ἴσχυσε μετὰ τῆς οἰκείας αὐτὰ ἀρετῆς μεταθεῖναι πρὸς τὴν Ἑλλάδα γλῶτταν. Οὐκ ἀφ' ἑνὸς δὲ αὐτὸν ἐκάλεσε ῥήματος ἡ γυνὴ, ἀλλ' ἀπὸ πολλῶν τῶν προσόντων αὐτῷ, τὸν περὶ αὐτὸν πόθον ἐνδεικνυμένη, καὶ τὴν θερμὴν διάθεσιν. Καὶ καθάπερ οἱ τὰς δεήσεις γράφοντες τῷ βασιλεῖ, οὐκ ἐντιθέασιν ἓν ὄνομα μόνον, ἀλλὰ τὸν τροπαιοῦχον, τὸν αὔγουστον, τὸν αὐτοκράτορα, καὶ πολλὰ ἕτερα τούτων ἄνω προθέντες, τότε ποιοῦνται τὴν ἱκετηρίαν· οὕτω καὶ αὕτη δέησίν τινα ἀναφέρουσα τῷ Θεῷ, πολλὰ τίθησιν ἐν τῷ προοιμίῳ τῆς δεήσεως ὀνόματα, τήν τε οἰκείαν διάθεσιν ἐνδεικνυμένη, καθάπερ ἔφθην εἰπὼν, καὶ τὴν εἰς τὸν παρακαλούμενον τιμήν. Καὶ τὴν δέησιν αὐτὴν ὑπηγόρευσεν ἡ ὀδύνη· διὸ καὶ ταχέως ἠκούετο μετὰ πολλῆς αὐτὴν γράψασα τῆς συνέσεως. Τοιαῦται γὰρ αἱ ἐξ ὀδύνης ψυχῆς γινόμεναι εὐχαί. Καὶ γὰρ ἀντὶ χάρτου μὲν ἦν αὐτῆς ἡ διάνοια, ἀντὶ καλάμου δὲ ἡ γλῶττα, τὰ δάκρυα δὲ ἀντὶ μέλανος· διὸ καὶ μέχρι τῆς σήμερον ἡμέρας ἡ δέησις ἔμεινεν. Ἀνεξάλειπτα γὰρ τὰ τοιαῦτα γίνεται γράμματα, ἅπερ ἂν ἐκείνῳ βαφῇ τῷ μέλανι. Καὶ τὰ μὲν προοίμια τῆς δεήσεως τοιαῦτα· τὰ δὲ ἑξῆς τίνα; Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς, φησὶν, ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Οὕτω οὐδὲν ἔλαβε, καὶ ἐξ ὑποσχέσεως τὴν ἀρχὴν ἐποιήσατο τῆς εὐχῆς. Ἀμείβεται τὸν Θεὸν ἤδη, μηδὲν ἐν χερσὶ κατέχουσα. Οὕτως ἔζεε καὶ ὤδινε πρὸς τοῦτο μᾶλλον, ἢ πρὸς ἐκεῖνο, καὶ διὰ τοῦτο ηὔξατο λαβεῖν τὸ παιδίον. Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. ∆ύο δικαιώματα, φησὶν, ἔχω, τὴν δουλείαν, καὶ τὴν συμφοράν. Καὶ δός μοι τῇ δούλῃ σου σπέρμα ἀνδρός· δώσω αὐτὸ ἐνώπιόν σου δοτόν. Τί ἐστιν, Ἐνώπιόν 54.641 σου δοτόν; Ἔκδοτον καὶ ὁλόκληρον δοῦλον. Ἀφίσταμαι τῆς ἐξουσίας ἁπάσης. Τοσοῦτον γὰρ βούλομαι γενέσθαι μήτηρ μόνον, ὅσον τὴν ἀρχὴν παρ' ἐμοῦ λαβεῖν τὸ παιδίον, καὶ λοιπὸν ἐξίσταμαι καὶ παραχωρῶ. ςʹ. Καὶ σκόπει γυναικὸς εὐλάβειαν. Οὐκ εἶπεν, Ἐὰν δῷς μοι τρεῖς, τοὺς δύο σοι δίδωμι, ἐὰν δὲ δύο, τὸν ἕνα σοι δίδωμι· ἀλλ', ἐὰν μόνον ἕνα δῷς, ὁλόκληρον ἀνατίθημί σοι τὸν καρπόν. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται. Οὔπω ἔλαβε τὸ παιδίον, καὶ ἤδη διαπλάττει προφήτην, καὶ περὶ τῆς παιδοτροφίας αὐτοῦ διαλέγεται, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Θεόν. Ὢ παῤῥησίας γυναικός! Ἐπειδὴ καταβαλεῖνοὐδὲ τότε εἶχε, διὰ τὸ μηδέπω λαβεῖν, ἀπὸ τῶν μελλόντων καταβάλλει τὴν τιμήν. Καὶ καθάπερ πολλοὶ τῶν γηπόνων ἐν πενίᾳ ζῶντες ἐσχάτῃ, καὶ ἀργύριον οὐκ ἔχοντες ὥστε μόσχον ἢ πρόβατον πρίασθαι, ἐφ' ἡμισείᾳ παρὰ τῶν δεσποτῶν αὐτὰ λαμβάνουσιν, ἀπὸ τῶν μελλόντων καρπῶν τὴν τιμὴν ὑπισχνούμενοι καταβαλεῖν· οὕτω δὴ καὶ αὕτη, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐποίησεν. Οὐ γὰρ ἐφ' ἡμισείᾳ τὸν υἱὸν λαμβάνει παρὰ τοῦ Θεοῦ, ἀλλ' ὥστε ὁλόκληρον αὐτῷ ἀποδοῦναι πάλιν, καὶ τὴν παιδοτροφίαν καρπώσασθαι. Ἀρκοῦσαν γὰρ ἀμοιβὴν εἶναι ἐνόμισε, τὸ πονέσαι περὶ τὸν τοῦ Θεοῦ ἱερέα. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται, φησίν. Οὐκ ἐνενόησε πρὸς ἑαυτὴν, λέγουσα· Τί δὲ ἂν ἁπαλὸς ὢν ὑπὸ τῆς ὑδροποσίας διαφθείρηται; τί δὲ ἂν ἀῤῥωστίᾳ περιπέσῃ; τί δὲ ἂν ἀποθάνῃ, νόσῳ παραδοθεὶς χαλεπῇ; Ἀλλ' ἐννοήσασα ὅτι ὁ δοὺς αὐτὸν, αὐτὸς καὶ τῆς ὑγείας προνοῆσαι δυνήσεται, ἐξ αὐτῶν τῶν σπαργάνων καὶ τῶν ὠδίνων εἰς τὴν ἁγιωσύνην αὐτὸν ἐνεβίβασεν, ἐπὶ τὸν Θεὸν ῥίψασα τὸ πᾶν, καὶ πρὸ τῶν ὠδίνων ἡ γαστὴρ αὐτῆς