9
διὰ τοῦ αὐτεξουσίου καὶ λογιότητος καὶ νοῦ ἀντὶ τῆς ἀγαθότητος τὸ παράνομον ἐφηύρατο. γίνεται δὲ τῷ Σεροὺχ παῖς ὁ Ναχώρ, Ναχὼρ δὲ γεννᾷ τὸν Θάρρα. ἐντεῦθεν γέγονεν ἀνδριαντοπλασία ἀπὸ πηλουργίας καὶ κεραμικῆς ἐπιστήμης ἐκ τῆς τοῦ Θάρρα τούτου 1.178 τέχνης. περιέστη δὲ ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου, ἐτῶν τρισχιλίων τριακοσίων τριάκοντα δύο. καὶ οὐδεὶς πώποτε τῶν προτέρων ἀνθρώπων πρὸ πατρὸς υἱὸς ἐτελεύτα, ἀλλὰ πατέρες πρὸ παίδων τελευτῶντες τοὺς υἱοὺς διαδόχους κατελίμπανον καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ θανάτῳ ἰδίῳ τέθνηκεν· ἐξότε δὲ Θάρρα ἀντίζηλον τῷ θεῷ προεστήσατο διὰ τῆς ἰδίας πηλουργίας τεχνησάμενος, τὰ ὅμοια οἷς ἔπραξεν ἀπὸ τῆς δίκης ἀπείληφε καὶ αὐτὸς παραζηλωθεὶς διὰ τοῦ ἰδίου τέκνου. ὅθεν θαυμάσασα ἡ θεία γραφὴ ἐπεσημήνατο λέγουσα «καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον Θάρρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ τῆς γεννήσεως αὐτοῦ». ἕως τούτου ἔμεινε Σκυθική τις διαδοχὴ καὶ ἐπίκλησις. οὔπω δὲ ἦν τις αἵρεσις, οὔπω μηχανή τις ἑτέρα ἢ μόνον «πρώτη πορνεία, ἐπίνοια εἰδώλων». καὶ ἔνθεν ἐθεοποιήσαντο ἢ κακοδαίμονας τυράννους ἢ γόητας φαντάσαντας τὴν οἰκουμένην, τιμήσαντες τὰ τούτων μνήματα, καὶ μετέπειτα πολλῷ τῷ χρόνῳ τοὺς περὶ Κρόνον καὶ ∆ία Ῥέαν τε καὶ Ἥραν καὶ τοὺς ἀμφ' αὐτούς, ἔπειτα δὲ Ἀκινάκην σέβοντες οἵ τε τῶν Σκυθῶν Σαυρομάται Ὄδρυσόν τε τῶν Θρᾳκῶν προπάτορα, ἐξ οὗ τὸ γένος κατάγεται Φρυγῶν· ὅθεν καὶ Θρᾷκες ἀπὸ τοῦ Θήρας ἐπίκλην τοῦ ἐν τῇ πυργοποιίᾳ γεγενημένου καλοῦνται. περιέστη δὲ 1.179 πᾶς ὁ χρόνος ἐντεῦθεν λαβούσης τῆς πλάνης ἀρχὴν εἰς τὸν προδηλούμενον καιρόν, * φύρων λοιπὸν τὰς ὁδούς· συγγραφεῖς τε ἔνθεν καὶ ἱστοριογράφοι ἀπὸ τῆς τῶν Αἰγυπτίων ἐρανισάμενοι ἐθνομύθου πλάνης *, ὅθεν δὴ τὰ τῆς φαρμακείας καὶ μαγείας ηὑρέθη. μετηνέχθη δὲ ταῦτα εἰς Ἕλληνας ἀπὸ τῆς ἡλικίας Κέκροπος. καὶ ἦν μὲν κατὰ τοῦτον τὸν καιρὸν Νίνος ἐν Ἀσσυρίοις καὶ Σεμίραμις, σύγχρονοι ὄντες τῷ Ἀβραάμ, Αἰγυπτίων δὲ ἑκκαιδεκάτη δυναστεία· οἱ ἐν Σικυῶνι δὲ τότε μόνοι ἐβασιλεύοντο, ἧς βασιλείας ἀρχὴ γέγονεν Εὔρωψ. ˉ∆. Ἰουδαϊσμός. Καὶ ὁ θεὸς ἐπιλέγεται τὸν Ἀβραὰμ τῷ αὐτῷ χαρακτῆρι τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐν ἀκροβυστίᾳ πιστὸν καὶ ἐν εὐσεβείᾳ τελειότατον, ἐν γνώσει προφήτην ἐν βίῳ εὐαγγελικὴν κεκτημένον ἀναστροφήν. οἴκοι γὰρ γέγονε πατέρα τιμῶν, καλούμενος δὲ ὑπὸ τοῦ λόγου καὶ τῶν οἰκείων ἀπετάσσετο, πειθόμενος δὲ τῷ καλοῦντι, ὥσπερ οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ Ἰωάννην. καὶ ἵνα μὴπάλιν μηκύνω τὸν λόγον, συνελὼν ἐρῶ. εἰς ἔτη γὰρ ἐλάσας οὗτος ὁ πατριάρχης ἐνενήκοντα ἐννέα ὑπὸ τοῦ θεοῦ χρηματίζεται εἰς περιτομὴν καὶ ἄρχεται ἔνθεν ὁ χαρακτὴρ τοῦ Ἰουδαϊσμοῦ μετὰ τὸν Ἑλληνισμόν· καὶ ἦν ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς εἰκοστὴ πρώτη γενεά, ἔτη τρισχίλια τετρακόσια τριάκοντα ἕν. Σκυθισμὸς γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ ἄχρι τοῦ πύργου καὶ τοῦ Σερούχ, ἀπὸ δὲ τοῦ Σεροὺχ ἕως τοῦ Ἀβραὰμ καὶ δεῦρο Ἑλληνισμός, ἀπὸ δὲ Ἀβραὰμ οὔπω ἐπώ1.180 νυμον ἦν αἱρέσεως ἀλλ' ἢ μόνον τῆς αὐτοῦ θεοσεβείας τοὔνομα· Ἀβράμιοι τοίνυν οἱ ἀπὸ Ἀβραὰμ ἐκαλοῦντο. παῖδες γὰρ ὑπῆρξαν τούτῳ ὀκτώ, Ἰσαὰκ δὲ ὁ κληρονόμος μόνος ἦν, διότι καὶ κατὰ γνώμην πατρὸς ἐβίου θεοσεβείᾳ προσανέχων καὶ κατ' ἐπαγγελίαν θεοῦ τῷ πατρὶ ἐδεδώρητο. ἔσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ἀπὸ παιδίσκης τῆς Ἄγαρ, Χεττούρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. διεμερίσθησαν δὲ οὗτοι ἐπὶ τὴν εὐδαίμονα Ἀραβίαν λεγομένην· Ζεμβρὰν καὶ Ἰεζὰν καὶ Ἰεσβὸκ καὶ Σωυὲ καὶ Ἐμαδὲμ καὶ Μαδιάμ. καὶ «ὁ τῆς παιδίσκης» Ἰσμαὴλ δὲ ὡς ἔφηντούτῳ ἦν ὄνομα, καταλαμβάνει δὲ οὗτος * καὶ κτίζει τὴν Φαρὰν καλουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν, ἐξ ὧν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν