1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

9

Οὐκ ἐκλείψει ἄρχων, φησὶν, ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Ὡς δὲ ἀπέθανεν ὁ Ἰακὼβ, ἐπένθησεν αὐτὸν ὁ Ἰωσὴφ, καὶ ἀναγαγὼν ἔθαψεν ἐν τῷ σπηλαίῳ Ἀβραάμ. Εἶπον οὖν 56.325 οἱ ἀδελφοὶ αὐτοῦ· Μήποτε μνησικακήσῃ, καὶ ἀνταποδώσει ἡμῖν κακὰ, ἃ ἐνεδειξάμεθα αὐτῷ. καὶ παρεκάλουν αὐτὸν λέγοντες· Ἰδοὺ ἡμεῖς οἰκέται σου. Καὶ ἔκλαυσεν ὁ Ἰωσὴφ, καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύσασθε πονηρὰ, ὁ δὲ Θεὸς ἀνταπέδωκέ μοι ἀγαθά. Ἐγὼ διαθρέψω ὑμᾶς καὶ τοὺς οἴκους ὑμῶν. Ἔζησεν οὖν Ἰωσὴφ ἔτη ἑκατὸν, καὶ εἶδεν Ἐφραῒμ παιδία ἕως τρίτης γενεᾶς. Λέγει οὖν τοῖς ἀδελφοῖς αὐτοῦ· Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ εἰσάξει ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἣν ὤμοσε τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς. Καὶ συνανοίσετε τὰ ὀστᾶ μου μεθ' ὑμῶν. Καὶ τελευτήσας ἐτῶν ἑκατὸν, ἐτάφη ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

Σύνοψις τῆς Ἐξόδου. Ἀναστὰς βασιλεὺς ἐν Αἰγύπτῳ, ὃς οὐκ ᾔδει τὸν Ἰωσὴφ,

ἐκάκου τοὺς Ἰσραηλίτας τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἐκέλευσε δὲ καὶ ταῖς μαίαις ἀναιρεῖν τὰ ἄῤῥενα τῶν Ἰσραηλιτῶν· ὡς δὲ οὐκ εἶξαν, τῷ λαῷ τὸ τόλμημα ἐπέτρεψε. Τότε τίκτεται Μωϋσῆς ἐκ τῆς φυλῆς Λευῒ, καὶ ἐξέθηκαν αὐτὸν οἱ γονεῖς ἐν θήβῃ. Κατελθοῦσα δὲ ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνελομένη τὸ παιδίον, ἔδωκε τρέφεσθαι. Μέγας οὖν γενόμενος Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας δὲ τὸν πόνον, ὁρᾷ Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· πατάξας δὲ τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἑνί· ∆ιὰ τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς· μὴ ἀνελεῖν με θέλεις ὡς χθὲς Αἰγύπτιον; Ἐφοβήθη οὖν Μωϋσῆς· ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα, καὶ ἐζήτει ἀνελεῖν Μωϋσῆν. Φοβηθεὶς δὲ Μωϋσῆς, ἀνεχώρησεν εἰς Μαδιάμ· ἐβοήθησε ταῖς θυγατράσιν Ἰοθὸρ πρὸς τὸ ποτίσαι. Αἱ δὲ ἀνήγγειλαν τῷ πατρὶ τὸ γεγονὸς, καὶ εἰσήγαγον πρὸς αὐτὸν τὸν Μωϋσῆν. Καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα αὐτοῦ γυναῖκα· καὶ ἔτεκε τῷ Μωϋσῇ τὸν Γερσὲμ καὶ τὸν Ἐλιέζερ. Ποιμαίνοντι δὲ αὐτῷ λαλεῖ ὁ Θεός· ὅτε ἦλθεν, εἶδε τὸ ἐπὶ τῆς βάτου θαῦμα, ὅτε ἐκαίετο, καὶ οὐ κατεκαίετο. Καὶ ἀποστέλλει αὐτὸν εἰς Αἴγυπτον λέγων· Εἰπὲ, Ἐγώ εἰμι ὁ ὤν. Κελεύεται δὲ συναγαγεῖν τὴν γερουσίαν, καὶ οὕτως εἰσελθεῖν πρὸς Φαραὼ, καὶ παραγγεῖλαι τῷ λαῷ, ἡνίκα ἀποτρέχουσι χρήσασθαι σκεύη ἀργυρᾶ καὶ χρυσᾶ παρὰ τῶν γειτόνων. Καὶ δίδωσιν αὐτῷ σημεῖα τοῖα πρὸς τὸ πιστευθῆναι, τὴν ῥάβδον, ἢ γέγονεν ὄφις, τὴν ἀλλοίωσιν τῆς χειρὸς αὐτοῦ· γέγονε γὰρ ὡς χιὼν, καὶ πάλιν ἀποκατεστάθη εἰς τὴν οἰκείαν χροιὰν, τὸ ὕδωρ τοῦ ποταμοῦ. Ἐκχεεῖς γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἐπὶ τὴν ξηρὰν, καὶ ἔσται αἷμα. Ὁ δὲ Μωϋσῆς παρῃτεῖτο· τότε ὀργισθεὶς ὁ Θεὸς, συνέζευξεν αὐτῷ τὸν Ἀαρών. Ἀπήγγειλε Μωϋσῆς τῷ πενθερῷ αὐτοῦ τῷ Ἰοθὸρ, ὅτι μέλλει εἰς Αἴγυπτον ἀπιέναι. Καὶ τελευτήσαντος τοῦ βασιλέως τοῦ ζητοῦντος αὐτοῦ τὴν ψυχὴν, φησὶν αὐτῷ ὁ Θεὸς, ὅτι Εἴσελθε εἰς Αἴγυπτον. Ὁ δὲ τὰ παιδία καὶ τὴν γυναῖκα λαβὼν, οὕτως εἰσῄει. ∆ιὸ καὶ ἄγγελος φαίνεται φοβῶν 56.326 αὐτόν. Οὐ γὰρ διὰ τὴν περιτομὴν (εἰ γὰρ τῆς περιτομῆς ἕνεκεν, ἐχρῆν μὴ πρότερον ἀναστῆναι τὸν ἄγγελον, ἕως οὗ καὶ τὸν ἕτερον περιέτεμεν ἡ μήτηρ), ἀλλ' ὑπὲρ τοῦ μὴ τὴν γυναῖκα λαβεῖν εἰς Αἴγυπτον. Οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ' ἐξαγαγεῖν τὸν Ἰσραήλ· ὅπερ καὶ αὐτὸς συνιδὼν, ἀφίησι τὴν γυναῖκα. Καὶ πόθεν δῆλον ὅτι ἀφῆκεν; Ἀπελθόντι αὐτῷ ἐξ Αἰγύπτου ἀπαντᾷ μετὰ τῆς γυναικὸς ὁ πενθερὸς Ἰοθόρ. Ἔρχεται Ἀαρὼν πρὸς Μωϋσῆν, καὶ ἀμφότεροι συνήγαγον τὴν γερουσίαν Ἰσραὴλ, καὶ ἀπήγγειλαν αὐτοῖς τὰ παρὰ τοῦ Θεοῦ· οἱ δὲ ἐχάρησαν. Ὡς δὲ καὶ πρὸς τὸν Φαραὼ εἰσῆλθον, καὶ ἐκέλευον ἐξαποστέλλειν τὸν λαὸν, οὐ μόνον οὐκ εἶξεν ὁ βασιλεὺς, ἀλλὰ καὶ πλέον ἐκάκωσε τοὺς Ἰσραηλίτας, κελεύσας μὴ δίδοσθαι αὐτοῖς ἄχυρον, ἀλλ' αὐτοὺς ἀφ' ἑαυτῶν πορίζειν. Ὡς δὲ ἐμαστίχθησαν οἱ γραμματεῖς διὰ τὸ μὴ