1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

9

Εἰ γὰρ καὶ διὰ τὴν βιοποριστικὴν χρείαν 93.504 κάμνει, ἀλλ' οὐ προηγουμένως τὴν πᾶσαν σπουδὴν περὶ τὰ ὁρώμενα καταναλίσκει, ἀλλ' ὅσα διὰ τὴν ἀναγκαίαν τροφὴν κάμνει· τὴν δὲ ὅλην σπουδὴν εἰς ἀρετὴν καταδαπανᾷ, τῶν οὐ μενόντων καὶ προσκαίρων καταφρονῶν· τῶν δὲ αἰωνίων καὶ μὴ φαινομένων ἀντιποιούμενος. "Καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφιῶ αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ' ἐμέ. Καὶ τίς οἶδ' εἰ σοφὸς ἔσται, ἢ ἄφρων; καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης." Μισήσας ὁ Σοφὸς τὴν τῶν κτημάτων καὶ χρημάτων ἐπίμοχθον συλλογὴν, καὶ τὸν ἐπὶ ταύτῃ καταβαλλόμενον πόνον μετὰ ἀποδείξεως τοῦ μίσους τὸ εὔλογόν φησι· πρῶτον μὲν, ὅτι οὐ διηνεκής ἐστι τῷ ἔχοντι ἡ κτῆσις· ἀλλ' αὐτὸς μὲν ἔξεισι τοῦ βίου μηδὲν ἐπαγόμενος· τὰ δὲ μετὰ πόνου αὐτῷ κτηθέντα ἕτερος διαδέχεται. ∆εύτερον, ὅτι οὔτε οἶδε τίς ὁ διαδεχόμενος· ἐν ἀσωτίᾳ ζῶν, ἢ ἐν φρονήσει, τὸν πλοῦτον διοικῶν. Τρίτον, ὅτι εἰ καὶ δῶμεν φρόνιμον εἶναι τὸν τὴν οὐσίαν παραλαμβάνοντα, ἄδηλον εἰ κύριος ἔσται ταύτης, τῶν χρημάτων ἀεὶ ἄλλοτε εἰς ἄλλους μεταπιπτόντων, κατὰ πολλὰς καὶ διαφόρους αἰτίας. Εἰ δὲ καὶ δῶμεν, φησὶν, ὅτι καὶ φρόνιμός τις ἔσται ὁ κληρονόμος, καὶ ἐγκρατὴς τῆς οὐσίας γενήσεται, ἀλλὰ καί γε τοῦτο ματαιότης. Τὸ δὲ διὰ τί, ἡμῖν ἀφῆκε σκοπεῖν, ὅτι ἄμεινον ἡμᾶς αὐτοὺς διαθέντας τὸν πλοῦτον, καὶ εἰς τὴν τῶν δεομένων καὶ πενήτων δαπανήσαντας χρείαν, θησαυρὸν ἔχειν ἐν οὐρανοῖς ἀνελλιπῆ, ἢ εἰς ἑτέρους τὰ χρήματα παραπέμψαι, ὁποῖοί ποτε τυγχάνουσιν ὄντες. "Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον." Καταγνοὺς τῶν προειρημένων ὁ σοφὸς, ἐπὶ τὸν εὐαγγελικὸν τρέχει βίον, μονονουχὶ καὶ αὐτὸ κατὰ τὸν Πέτρον λέγων τῷ Σωτῆρι· Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶτα τὴν προειρημένην αἰτίαν ἀναλαμβάνει, τοῦ μίσους τοῦ πρὸς τὰ πρόσκαιρα. Καί φησιν· "Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀνδρείᾳ· καὶ ἄνθρωπος ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει μερίδα αὐτοῦ· καί γε τοῦτο ματαιότης, καὶ πονηρία μεγάλη." Τί γὰρ, φησὶν, ὄφελος ἀνθρώπῳ ἐν ἀνθρωπίνῃ σοφίᾳ, καὶ φρονήσει, καὶ ἀνδρείᾳ μοχθοῦντι, καὶ πονηρευομένῳ, τοῦτ' ἔστι οὐ μεταδιδόντι, ἀλλ' ἀεὶ τοῖς οὖσι προστιθέντι, ὁπόταν ἅλλος μήτε καμὼν, μήτε μοχθήσας, τὸν αὐτοῦ διαδέχεται πλοῦτον; ἔστι δὲ καὶ οὕτως νοῆσαι· Ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου, ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ἐννοήσας ὅτι ἕτερος ἐμὸν πλοῦτον δια 93.505 δέξεται, ἐγὼ δὲ τὴν φροντίδα ὑφέξω. ∆ιὰ μέσου δὲ παρενθεὶς τὸ, Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν συνέσει, καὶ ἐν ἀνδρείᾳ, τοῦτο διδάσκει· κατεφρόνησα τοῦ περὶ τὰ μάταια μόχθου, φησὶ, λογισάμενος ὅτι ἐστὶ ἕτερος μόχθος ἐπαινούμενος, τὸν ἐξ ἀρετῆς, καὶ ἀεὶ μένοντα συλλέγων πλοῦτον. Ἔστι δὲ οὗτος ὁ μόχθος, ὃν μοχθεῖ ἄνθρωπος, ἵνα κτήσηται σοφίαν, καὶ γνῶσιν, καὶ ἀνδρείαν. Τοῦτον οὖν ἐκείνου προκρίνας τὸν μόχθον, ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ ἐν παντὶ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, τουτέστι περὶ τὰ μάταια. "Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, καὶ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστί." Γίνεται, φησὶ, τῷ ἀνθρώπῳ ὁ μόχθος ὃν μοχθεῖ προαιρετικῶς, ἢ καλὸς, ἢ κακός. Εἰ μὲν γὰρ περὶ τὰς ἀρετὰς ὁ μόχθος καταβάλλεται, ἐπαινετός· τοῦ δὲ μὴ διὰ τὸ καλὸν μοχθοῦντος πᾶσαι αἱ ἡμέραι ὀδυνῶν, καὶ θυμοῦ, καὶ περισπασμοῦ, καὶ ἀγρυπνίας εἰσὶ μεσταί. Ταῦτα γὰρ ἃ πάντα παρέπεται τοῖς περὶ τὴν κενοσπουδίαν τοῦδε τοῦ βίου περισπωμένοις· διὸ καί γε τοῦτο ματαιότης ἐστί. "Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ εἰ μὴ ὃ φάγεται καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς Θεοῦ ἐστι, ὅτι, τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ;" Καὶ τὰ μέσα