10
τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τανῦν καλουμένων. γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντος δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇμεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς γίνεται τοῦ Σηεὶρ ὄρους καὶ πόλιν κτίζει τὴν Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν καλουμένην. γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχήν, οἳ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰώβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου· Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ἠσαῦ, Ἠσαῦ τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν 1.181 Ζαρά, Ζαρὰ τὸν Ἰώβ, πρὶν μὲν καλούμενον Ἰωβὰβ ὕστερον δὲ κληθέντα Ἰώβ, ὀλίγον ἔμπροσθεν πρὸ τοῦ γενομένου αὐτῷ πειρασμοῦ. ἦν δὲ περιτομὴ πολιτευομένη. Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ διὰ μῆνιν αὐτοῦ κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ τὴν Μεσοποταμίαν Φαδάν, ἐπέκεινα τῆς Μεσοποταμίας Σουβά· ὃς ἄγεται ἐκεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμὸν καὶ κυΐσκουσιν αὐτῷ παῖδας δεκαδύο, τοὺς καὶ πατριάρχας ἐπικληθέντας. παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χανανῖτιν γῆν πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν γίνεταί τις αὐτῷ ὀπτασία ἐκ θεοῦ παρὰ τὰς τοῦ Ἰορδάνου διεκβολάς Ἰαβὸκ δὲ τὸν χειμάρρουν καλοῦσιν, ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων. «καὶ ἰδού, φησίν, ἄνθρωπος ἀφ' ἑσπέρας καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω», ὃν ἄγγελον ἐπεσημήνατο ἡ γραφή· ὃς κατ' εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τὸ Ἰσραήλ. διαναστὰς δὲ ἐκεῖθεν Ἰακὼβ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. ἐπειδὴ δὲ ὁ πρὸς αὐτὸν διὰ τῆς εὐλογίας φήσας «οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ' Ἰσραὴλ κληθήσεται» * καὶ διέστειλε λέγων ὅτι «ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ», ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται. 2. Καὶ ὁ Ἰσραὴλ μετὰ τὴν τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον κάθοδον κάτεισι καὶ αὐτὸς σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ υἱῶν τε καὶ ἐκγόνων, γυναικῶν τε τῶν προειρημένων καὶ ἄλλων, ἐν ἑβδομήκοντα ψυχαῖς τὸν ἀριθμόν. διατρίβει δὲ τὸ γένος τοῦ Ἰσραὴλ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ γενεὰς πέντε. Ἰακὼβ γὰρ γεννᾷ τὸν Λευὶ καὶ τὸν Ἰούδαν καὶ τοὺς ἄλλους δέκα πατριάρχας. Λευὶ γεννᾷ τὸν Καάθ, Ἰούδας γεννᾷ τὸν Φαρές· Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα· Φαρὲς γεννᾷ τὸν Ἐσρώμ, Ἐσρὼμ γεννᾷ τὸν Ἀράμ, Ἀρὰμ γεννᾷ τὸν 1.182 Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Μωυσέως καὶ Ναασσὼν πέμπτῃ γενεᾷ κατὰ τὸν Λευὶ ἔξεισιν Ἰσραὴλ ἐκ τῆς Αἰγύπτου διὰ τῆς ἐρυθρᾶς θαλάσσης ἐν θεοσημείοις καὶ στρατοπεδεύει ἐν τῇ ἐρήμῳ Σινᾶ. καὶ χρησμῶν δοθέντων ἐκ θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ἀριθμήσασθαι ἀπὸ εἴκοσι ἐτῶν καὶ ἕως πεντήκοντα ἄνδρας δυναμένους σπάσασθαι ῥομφαίαν καὶ λαμβάνειν ὅπλα πολεμικά, εἰς ἑξήκοντα δύο μυριάδας καὶ ὀκτακισχιλίους πεντακοσίους ηὗρεν. ἦν δὲ κατ' ἐκεῖνο καιροῦ Ἴναχος παρ' Ἕλλησι γνωριζόμενος, οὗ θυγάτηρ Ἰώ, ἡκαὶ Ἀτθὶς καλουμένη, δι' ἣν καὶ ἡ νῦν Ἀττική· ἐξ ἧς καὶ ὁ Βόσπορος, οὗ ἐπώνυμος πόλις Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη· καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἶσιν, ἣν καὶ ὡς θεὰν προσκυνοῦσιν. ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω καλούμενος. ἐκεῖθεν ἀρχὴν ἔσχεν τὰ παρ' Ἕλλησι μυστήριά τε καὶ τελεταί, πρότερον παρ' Αἰγυπτίοις καὶ παρὰ Φρυξὶ καὶ Φοίνιξι καὶ Βαβυλωνίοις κακῶς ἐπινενοημένα, μετενεχθέντα δὲ εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ Κάδμου καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρότερον κληθέντος καὶ οἰκοδομήσαντος τὴν Μέμφιν, ἀλλὰ καὶ παρ' Ὀρφέως καὶ ἄλλων τινῶν τὴν ἀρχὴν λαβόντα καὶ εἰς αἱρέσεις συσταθέντα ὕστερον ἐν Ἐπικούρῳ καὶ Ζήνωνι τῷ Στωϊκῷ καὶ