10
ἀῤῥωστίᾳ, ἵνα ἰατρῶν παρακαλέσῃ παῖδας, καὶ ἀπελάσῃ τὸ νόσημα. Φύσις ἦν ἡ ἐπηρεαζομένη, τῆς ἄνωθεν δεομένη χειρός. ∆ιὸ δὴ πάντα τὰ ἐπὶ γῆς ἀφεῖσα, πρὸς τὸν τῆς φύσεως ἔδραμε ∆εσπότην, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἂν αὐτὸν ἔπεισε λῦσαι τὴν ἀπαιδίαν, καὶ τὴν μήτραν ἀνοῖξαι, καὶ ποιῆσαι μητέρα τὴν στεῖραν. Μακαρία μὲν οὖν καὶ διὰ τοῦτο, οὐχ ὅτι μήτηρ ἐγένετο, ἀλλ' ὅτι οὐκ οὖσα ἐγένετο. Ἐκεῖνο μὲν γὰρ κοινὸν τῆς φύσεως, τοῦτο δὲ ἐξαίρετον τῆς γυναικὸς ἦν κατόρθωμα. Μακαρία μὲν οὖν καὶ διὰ τὰς ὠδῖνας ἐκείνας, μακαρία δὲ οὐχ ἧττον καὶ διὰ τὰ πρὸ τῶν ὠδίνων ἅπαντα. Ἴστε γὰρ δήπου πάντες, καὶ γυναῖκες, καὶ ἄνδρες, ὡς οὐδὲν ἀφορητότερον ἀπαιδίας γυναικὶ γένοιτ' ἄν· ἀλλὰ κἂν μυριάκις ἀπολαύῃ τῆς εὐημερίας, τὴν ἐκ τῆς πληγῆς ταύτης ὀδύνην ἐγγινομένην αὐτῇ οὐκ ἄν ποτε ἀποκρούσαιτο. Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον. Οὐκ ἔστιν εἰπεῖν, οὐδὲ παραστῆσαι τῷ λόγῳ τὴν ἀπὸ τῆς πληγῆς ταύτης ὀδύνην. Μαρτυροῦσι δὲ γυναῖκες, ὅσαι πᾶσαν μὲν ἐπεδείξαντο φιλοσοφίαν, ταύτην δὲ τὴν δυσκληρίαν οὐκ ἤνεγκαν· ἀλλ' αἱ μὲν πρὸς τοὺς ἄνδρας ἐδυσχέραινον, αἱ δὲ τὸν βίον ἀβίωτον εἶναι ἐνόμισαν. Τὴν δὲ γυναῖκα ταύτην οὐκ ἀθυμία μόνον ἡ διὰ τὴν στείρωσιν, ἀλλὰ καὶ ἕτερον ἐπολιόρκει πάθος, θυμὸς διὰ τὰ ὀνείδη τῆς ἀντιζήλου. Καὶ καθάπερ ἀνέμων ἀπεναντίας ἀλλήλοις ἐμπιπτόντων, καὶ σκάφος μέσον ἐν τῇ πρὸς ἀλλήλους ἀπολαβόντων μάχῃ, καὶ πολλὰ μὲν ἀπὸ τῆς πρύμνης, πολλὰ δὲ ἀπὸ τῆς πρώρας ἐγειρόντων τὰ κύματα, ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος διασώζει τὸ σκάφος, τὰς τῶν κυμάτων ἐμβολὰς τῇ τῆς ἐπιστήμης σοφίᾳ διακρουόμενος· οὕτω καὶ ἡ γυνὴ τότε ἐκείνη, καθάπερ πνευμάτων ἐναντίων, τοῦ θυμοῦ, καὶ τῆς ἀθυμίας, εἰς τὴν ψυχὴν αὐτῆς ἐμπεσόντων, καὶ τοὺς λογισμοὺς αὐτῆς διακοπτόντων, καὶ πολλὰ τὰ κύματα ἐγειρόντων, οὐχὶ δύο, καὶ τρεῖς, καὶ εἴκοσι ἡμέρας, ἀλλ' ἐπ' ἐνιαυτοὺς ὁλοκλήρους καὶ γὰρ ἐξ ἱκανοῦ τοῦτο ἐγένετο, φησίν· ἤνεγκε τὸν χειμῶνα γενναίως, καὶ καταποντισθῆναι τὸν λογισμὸν οὐκ εἴασεν. Ὁ γὰρ τοῦ Θεοῦ φόβος, καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος, ἔπειθε γενναίως φέρειν τὸ κλυδώνιον ἐκεῖνο· καὶ οὐ πρότερον ἀπέστη διακυβερνῶν αὐτῆς τὴν ψυχὴν, ἕως εἰς τὸν εὔδιον λιμένα κατήγαγε πεπληρωμένην τοῦ φορτίου τὴν ναῦν, καὶ πολυτίμου θησαυροῦ τὴν γαστέρα γέμουσαν. Οὐ γὰρ χρυσίον, οὐδὲ ἀργύριον ἐβάσταζεν, ἀλλὰ προφήτην καὶ ἱερέα· καὶ 54.645 διπλοῦς ἦν αὐτῆς τῆς γαστρὸς ὁ ἁγιασμὸς, ὅτι τε τοιοῦτον ἦν τὸ κυούμενον παιδίον, ὅτι τε ἐξ εὐχῆς καὶ τῆς ἄνωθεν χάριτος τὴν ἀρχὴν τῆς κυήσεως ἔλαβεν. βʹ. Οὐχ ὁ φόρτος δὲ μόνον παράδοξος ἦν καὶ θαυμαστὸς, ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐμπορίας παραδοξότερος γέγονεν· οὐδὲ γὰρ αὐτὸν ἀνθρώποις ἀπέδοτο, οὐδὲ ἐμπόροις τισὶ καὶ καπήλοις, ἀλλ' εὐθέως αὐτὸν ἐκβαλοῦσα τοῦ σκάφους ἐπώλησε τῷ Θεῷ· καὶ τοσαύτην εἰργάσατο τὴν ἐμπορίαν, ὅσην εἰκὸς ἦν Θεῷ συμβαλοῦσαν ἐργάσασθαι. Μετὰ γὰρ τὸ λαβεῖν αὐτὸν, ἀντέδωκεν ἕτερον αὐτῇ τέκνον· μᾶλλον δὲ οὐχ ἓν, οὐδὲ δύο, οὐδὲ τρία, καὶ τέσσαρα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα, Ὅτι στεῖρα, φησὶν, ἔτεκεν ἑπτὰ, καὶ ὑπερέβη τὸ κεφάλαιον ὁ τόκος. Τοιαύτη γὰρ ἡ πρὸς τὸν Θεὸν πραγματεία· οὐ τὸ πολλοστὸν τοῦ κεφαλαίου, ἀλλὰ τὸ πολυπλάσιον ἀποδίδωσι. Καὶ οὐ θήλεα μόνον ἔδωκε τὰ παιδία, ἀλλὰ καὶ ἐξ ἑκατέρας τῆς φύσεως τὸν τόκον αὐτῆς συνεκρότησεν· ὥστε ἀπηρτισμένην αὐτῇ γενέσθαι τὴν ἡδονήν. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινέσητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὴν πίστιν, τὴν ἀνεξικακίαν τῆς γυναικὸς, ἣν ἠκούσατε μὲν ἐκ μέρους καὶ πρώην· ὥστε δὲ καὶ τὰ λείψανα ἀποδοῦναι, δότε μοι μικρὸν διηγήσασθαι περὶ τῶν ῥημάτων τῶν μετὰ