1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

10

ἀδιάφορα ἐκ Θεοῦ τοῖς ἀνθρώποις χορηγοῦνται, οἷον πλοῦτος, ὑγεία, εὐδοξία. Τὸ τοῦ ἀνθυποφέροντος οὖν πρόσωπον ἀναλαβὼν ὁ Ἐκκλησιαστὴς, φησὶ, ὅτι εἰ ἀπὸ Θεοῦ δίδοται ταῦτα τοῖς ἀνθρώποις, οὐδὲν ἄρα ἐν ἀνθρώποις ἀγαθὸν, εἰ μὴ ἡ τῶν βρωμάτων καὶ τῶν πομάτων ἀπόλαυσις. Εἶτα πάλιν ἐπιλύων τὴν ἀντίθεσιν, ἐπάγει· "Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε γνῶσιν, καὶ σοφίαν, καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν, τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος." Μὴ λέγετε, φησὶν, ὦ οὖτοι, ὅτι ἡ ἐμπαθὴς τῶν βρωμάτων ἀπόλαυσις ἀγαθή ἐστι· τῷ γὰρ ἀνθρώπῳ τῷ ἀγαθῷ ὁ Θεὸς γνῶσιν καὶ σοφίαν ἔδωκε, ἵνα ἐν τούτοις εὐφραίνηται πρὸ προσώπου τοῦ Θεοῦ· τουτέστι ὑπὸ τῆς ἐπισκοπικῆς δυνάμεως τοῦ Θεοῦ σκεπόμενος. Τῷ δὲ ἀνθρώπῳ τῷ ἁμαρτωλῷ τὸν περὶ τὰ αἰσθητὰ περισπασμὸν ἔδωκεν, ἵνα ταλαιπωρῇ ἐν τῷ μοχθεῖν καὶ συνάγειν. Καὶ ἐὰν μείνῃ μοχθῶν καὶ συνάγων, καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύματος. Ἰστέον δὲ ὡς τὸν περισπασμὸν ἔδωκεν ὁ Θεὸς τῷ ἁμαρτάνοντι, καὶ συνάγοντι, οὐχ ἵνα ἁμαρτάνῃ καὶ συνάγῃ· ἀλλ' ἵνα ἐνθυμούμενος καὶ ἀποκάμνων περὶ ταύτην τὴν ματαιοσπουδίαν, εἰς αἴσθησιν ἔλθῃ τῆς ἐπιμόχθου ταύτης ζωῆς, καὶ ποθήσῃ τὸν ἀγήρω καὶ ἄλυπον βίον, τὸν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις τεταμιευμένον 93.508 ΚΕΦΑΛ. Γʹ. "Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν ἥλιον." Τῶν ὄντων τὰ μέν εἰσι πρόσκαιρα, τὰ δὲ αἰώνια· τὰ μὲν οὖν αἰώνια καὶ ἀόρατα τυγχάνουσι, καὶ ὑπὲρ τὸν ἥλιον. Περὶ τούτων ὁ λόγος τῶν ὑπὸ τὸν ἥλιον, ὑπὸ χρόνον ὄντων· ἐπειδὴ καὶ ἀπὸ χρόνου ἤρξαντο, ἐν καιρῷ τῷ καθήκοντι γιγνομένων. Καὶ χρόνος μέν ἐστι τὸ διάστημα καθ' ὃ πράττεταί τι. Καιρὸς δὲ, ὁ ἐπιτήδειος τῆς ἐργασίας χρόνος. Ὥστε ὁ μὲν χρόνος καὶ καιρὸς εἶναι δύναται· ὁ δὲ καιρὸς χρόνος· ἀλλ' εὐκαιρία τοῦ πραττομένου ἐν χρόνῳ γινομένη. Καὶ τὰ μὲν ἐκ Θεοῦ πάντα εὐκαίρως γέγονε ὡς θέρος, καὶ μετόπωρον, καὶ χειμὼν, καὶ ἕαρ· τὰ δὲ ἡμέτερα εἰ μὲν εὐκαίρως γίγνοιντο, ἐπαινετά· παρὰ δὲ τὸν καιρὸν, ἢ ὑπὲρ τὸν καιρὸν, ψεκτά. Ἐν καιρῷ τις μίγνυται τῇ ἱδίᾳ γυναικὶ, παιδοποιίας ἐρῶν· παρὰ καιρὸν, ὅταν δι' ἡδονῆς τοῦτο ποιῇ. Ὁ ἐν θέρει σπείρων, πρὸ καιροῦ σπείρει· ὁ ἐν χειμῶνι ἀμῆσαι σπουδάζων, παρὰ καιρὸν τοῦτο ἐπιχειρεῖ. Ἐκ δὲ τούτου τοῦ μαθήματος διδασκόμεθα ἐν παντὶ φεύγειν τὰς ἐλλείψεις καὶ τὰς ὑπερβολὰς, διὰ τὰς παρακειμένας ἀμετρίας ἑκάστῳ πράγματι. Ἀνδρείας ἔλλειψις δειλίαν ἐργάζεται, ὑπερβολὴ θρασύτητα. Νόησον οὖν τὸν χρόνον καὶ καθ' ἑτέραν νόησιν, συμμετρίαν τινὰ ὅντα· καιρὸν δὲ, τὴν εὐκαιρίαν· ὁ γὰρ συμμέτρως καὶ εὐκαίρως ἅπαντα πράττων, ὥσπερ τινὶ τούτων κανόνι καὶ στάθμῃ χρώμενος, κατορθώσει ῥᾳδίως τὴν ἅπασαν ἀρετήν. "Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν." Πολλάκις ἐπὶ τῶν ἐναντίων διάφοροί εἰσιν οἱ καιροί· συμβαίνει δὲ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἑκάτερα γίνεται· ἡ μὲν οὖν σωματικὴ γέννησις, ὡς ἐπὶ τὸ πλεῖστον ἕτερον ἔχει καιρὸν, καὶ ὁ σωματικὸς θάνατος ἕτερον· ἡ δὲ πνευματικὴ γέννησις ἡ διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἔχει, τοῦ τῆς γεννήσεως καὶ τοῦ θανάτου. Οἱ γὰρ ἐν τῷ θείῳ λουτρῷ ἀναγεννώμενοι συνετάφησαν τῷ Χριστῷ ἐν τῷ βαπτίσματι· καὶ ὁ μὲν σωματικὸς τόκος ἢ θάνατος οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ ἐξουσίᾳ καὶ τικτόμεθα, καὶ ἀποθνήσκομεν· ὁ δὲ πνευματικὸς ἐφ' ἡμῖν· μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργείας, καὶ τῆς ἡμετέρας προαιρέσεως χρεία, ἵνα ἀποθάνωμεν τῇ ἁμαρτίᾳ, τεχθῶμεν δὲ τῇ δικαιοσύνῃ. Θαυμαστῶς δὲ ὁ Ἐκκλησιαστὴς ἀπὸ τόκου ἤρξατο καὶ θανάτου, τῆς προσκαίρου ταύτης ἡμῶν ζωῆς ἐπαναμιμνήσκων. ∆ιὰ τοῦτο (φησὶ) καὶ μωσῆς Γένεσιν ἐπιγράψας τὸ πρῶτον βιβλίον, τὸ δεύτερον εὐθὺς Ἔξοδον προσηγόρευσε, διὰ τῆς ἱστορίας συμβολικῶς τὴν ἐν τῷδε τῷ βίῳ πρόσκαιρον ἡμῖν ὑπογράφων ζωήν. "Καιρὸς τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον." Μετὰ τὸ αἰσθητὸν, πρὸς διάνοιαν· πολλάκις μὲν κατὰ τὸν αὐτὸν καιρὸν ἐκτίλλει τις