11
Πυθαγόρᾳ καὶ Πλάτωνι ἐξ οὗπερ ἤρξαντο χρόνου κρατυνθείσας ἕως τῶν Μακεδονικῶν χρόνων καὶ Ξέρξου τοῦ βασιλέως τῶν Περσῶν μετὰ τὴν 1.183 ἅλωσιν τῶν Ἱεροσολύμων τὸ πρῶτον καὶ Ναβουχοδονόσορ αἰχμαλωσίαν καὶ Λαρείου καὶ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα χρόνον. Πλάτων γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν ἐγνωρίζετο καὶ οἱ πρὸ αὐτοῦ Πυθαγόρας τε καὶ Ἐπίκουρος ὁ μετέπειτα. ὅθεν δὴ ὡς προεῖπον τὴν πρόφασιν εἴληφεν καὶ εἰς κατάστασιν ἦλθε τὰ παρ' Ἕλλησι συγγράμματα καὶ μετὰ τοῦτον τὸν χρόνον αἱ βοώμεναι αἱρέσεις τῶν φιλοσόφων, πρὸς ἀλλήλας τῇ μὲν πλάνῃ συνᾴδουσαι καὶ ὁμόστοιχον γνῶσιν συνυφαίνουσαι εἰδωλολατρείας τε καὶ ἀσεβείας καὶ ἀθεΐας, τῇ δὲ αὐτῇ πλάνῃ εἰς ἑαυτὰς συγκλώμεναι διαφέρονται ἑτέρα πρὸς τὴν ἑτέραν. Κατὰ Στωϊκῶν, ἀπὸ Ἑλληνισμοῦ αἱρέσεως ˉγ, τῆς δὲ ἀκολουθίας ˉε. Καὶ Στωϊκοὶ μὲν φρονοῦσι περὶ θεότητος τοῦτο· φάσκουσιν εἶναι νοῦν τὸν θεὸν ἢ παντὸς τοῦ ὁρωμένου κύτους, οὐρανοῦ δέ φημι καὶ γῆς καὶ τῶν ἄλλων, ὡς ἐν σώματι ψυχήν. μερίζουσι δὲ οἱ αὐτοὶ τὴν μίαν θεότητα εἰς πολλὰς μερικὰς οὐσίας, εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα, εἰς ψυχὴν καὶ ἀέρα καὶ τὰ ἄλλα· μεταγγισμούς τε ψυχῶν * καὶ μετενσωματώσεις ἀπὸ σώματος εἰς σῶμα, καθαιρομένων ψυχῶν ἀπὸ σωμάτων ἠδ' αὖ πάλιν εἰσδυουσῶν καὶ ἀνάπαλιν γεννωμένων, διὰ πολλῆς αὐτῶν πλάνης ταύτην τὴν ἀσέβειαν παρυφαίνοντες. μέρος δὲ θεοῦ καὶ ἀθάνατον τὴν ψυχὴν ἡγοῦνται. ἔσχον δὲ Ζήνωνα ἀρχηγὸν τῆς Στοᾶς, περὶ οὗ πολὺς θρυλεῖται λόγος. οἱ μὲν γὰρ αὐτὸν ἔφασαν Κλεάνθους τινὸς * τοῦ ἀπὸ Τύρου ὁρμωμένου, ἄλλοι δὲ φάσκουσιν αὐτὸν Κιτιέα τῆς Κύπρου νησιώτην, ἐν Ῥώμῃ δὲ βεβιωκέναι χρόνον, ὕστερον δὲ ἐν Ἀθήναις προστησάμενον 1.184 τουτὶ τὸ δόγμα ἐν τῇ Στοᾷ οὕτω καλουμένῃ, τινὲς δέ φασι δύο Ζήνωνας εἶναι, τόν τε Ἐλεάτην καὶ τὸν προειρημένον· ὅμως οἱ ἀμφότεροι ἴσως ἐδογμάτισαν, εἰ καὶ δύο εἶεν. φάσκει οὖν καὶ οὗτος τὴν ὕλην σύγχρονον εἶναι τῷ θεῷ, ἴσα ταῖς ἄλλαις αἱρέσεσιν, εἱμαρμένην τε εἶναι καὶ γένεσιν, ἐξ ἧς τὰ πάντα διοικεῖται καὶ πάσχει. πόσα τοίνυν ἰσχύει ἡ σύντομος ἡμῶν αὕτη σύνταξις, πρὸς τὴν τούτου φαυλότητα ἀλεξητήριον φάρμακον * διεξιέναι καὶ οὐχὶ μᾶλλον εἰς ὄγκον πολὺν ἐλάσω τῆς πραγματείας τὸ ἐχέγγυον· ἀκροθιγῶς δέ, ἵνα μὴ ἐν παραδρομῇ γένωμαι, πρὸς τοῦτον ἐρῶ. 2. Πόθεν εἴληφας, ὦ οὗτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον πνεῦμα ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ σύγχρονα, ὕλην καὶ θεόν, βεβιασμένως λέγεις· πεσεῖται γάρ σου ὁ λόγος καὶ ἀσύστατος ἔσται. ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργόν, ὃν καὶ παντοκράτορα φῄς, τοῦτον δὲ μερίζεις εἰς πολυθεΐαν. τίνος δ' ἂν εἴη δημιουργός, εἰ σύγχρονος εἴη ἡ ὕλη; ἔσται γὰρ καθ' ἑαυτὴν ἑαυτῆς δεσπόζουσα ἡ μὴ ἀπὸ αἰτίου τινὸς λαβοῦσα τὴν ἀρχὴν καὶ οὐχ ὑποτασσομένη. εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἂν εἴη καὶ ἔρανος δι' ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ' ἐξ ὑποκειμένων ἀλλοτρίων, ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούργημα. καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώποις ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνωδάλων δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον; 3. Εἱμαρμένην δὲ παρεισάγεις, ὡς ἐξ αὐτῆς γίνεσθαι τὰ τῷ ἀνθρώπῳ συμβαίνοντα καὶ ἄλλοις. ἐξ ἑνὸς δὲ ῥητοῦ δι' ἐπιτομῆς τοῦ λόγου ἀνατραπήσεται ἡ σὴ μυθοποιία. εἰ γὰρ εἱμαρμένης τὸ σοφίζεσθαι τὸ συνετίζεσθαι τὸ λογικὸν γεννᾶσθαι καὶ ἄλογον καὶ τὰ 1.185 ἄλλα πάντα, παυσάσθωσαν νόμοι· ἐπικρατεῖ