1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

12

προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει διηγεῖται. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ ἡ χρῖσις τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ ἡ γνῶσις τῶν σημείων, περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων καὶ τοίχου οἰκίας, καὶ ὁ νόμος ὁ περὶ καθαρισμοῦ αὐτῶν. 56.329 Νόμος τε καὶ διαστολὴ περὶ νομικῶν γάμων, καὶ τίνες εἰσὶ παράνομοι. Καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν καὶ πετεινῶν καὶ ἰχθύων καὶ ἑρπετῶν, καὶ τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὀφείλουσιν Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι προσετάχθησαν. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τῇ ἑβδόμῃ μηνὸς δηλοῖ· τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας, ἵν' ἐν αὐτῷ τῷ ἑβδόμῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα Σάββατα σαββάτων καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι. Καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ περὶ ἀναπαύσεως τῆς γῆς κατὰ ζʹ ἔτη ὀφειλούσης γίνεσθαι. Ἐξηγεῖται πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων καὶ μαρτυριῶν. Περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὴν, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων οὕτω ποιεῖται. Καὶ τὰ μὲν ἀπὸ κτηνῶν καθαρὰ τὰ τοιαῦτα λέγει, τὰ διχηλοῦντα ὁπλὴν καὶ ὀνυχιστῆρας, ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκισμόν· οἷά ἐστι μόσχος, πρόβατον, αἲξ, ἔλαφος, βούβαλος, δορκὰς, ὄρυξ, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινα ἀπὸ τούτων ἐνέλιπε, ἀκάθαρτόν ἐστιν· οἷά ἐστιν ὁ κάμηλος καὶ ὁ δασύπους καὶ ὁ χοιρόγρυλλος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· τὸν ἀετὸν, τὸν γρῦπα, τὸν ἁλιέα [λ. ἁλιαίετον], τὸν γῦπα, τὸν ἰκτῖνον, τὸν κόρακα, καὶ τὰ ὅμοια αὐτῶν, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῶν, καὶ τὸν νυκτικόρακα, καὶ καταράκτην, καὶ ἶβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποπα καὶ νυκτερίδα. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα ἅπαντα εἶναι λέγει, τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἔχοντα δὲ ἀνωτέρω τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς, οἷά ἐστιν ὁ βροῦχος, ὁ πίττακος, ὁ ἀτταγὸς, καὶ ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιοῦχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς καὶ χειμάῤῥοις γινόμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας, οἷά ἐστι τρίγλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς. Τὰ δὲ λειπόμενα ἔν τινι τούτων, ἀκάθαρτα καὶ οὐ βρωτέα, οἷόν ἐστι σηπία· πτερύγια μὲν γὰρ ἔχει, λεπίδας δὲ οὔ. Τῶν δὲ ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς ἀκάθαρτα ταῦτα λέγει εἶναι, τὴν γαλῆν, τὸν μῦν, τὸν χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, καὶ τὸν χαμαιλέοντα. τὸν ἀσκαλαβώτην, τὴν σαῦραν καὶ ἀσπάλακα. Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ περιττὸν ἐν αὐτῷ μνημονεῦσαι· φανερὸν μὲν γὰρ ἦν πᾶσι ταῦτα βδελυκτὰ εἶναι καὶ μισητά. Ὁμοίως δὲ καὶ περὶ αὐτῶν ἐμνημόνευσεν ἐν τῷ ∆ευτερονομίῳ. Ἔτι δὲ περιέχει περί τε τῶν θνησιμαίων ὡς ἀπηγορευμένων, καὶ τοῦ αἵματος ὁμοίως, καὶ περὶ γυναικῶν τικτουσῶν. Καὶ εἰ σπερτικὸς [λ. σπερματικὸς] ᾖ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Καὶ [περὶ] τῆς ὀκτοημέρου περιτομῆς τοῦ βρέφους. Καὶ περὶ τῆς ἀφέδρου, καὶ περὶ διαφορᾶς τικτουσῶν ἄῤῥεν ἢ θῆλυ καθαρισμοῦ. Καὶ νόμος περὶ λέπρας καὶ καθαρισμοῦ αὐτῆς, καὶ περὶ 56.330 γονοῤῥέων [φ. γονοῤῥυέων] καὶ σπερμογονείας. Περί τε εὐλαβείας, καὶ περὶ ἀποπομπαίου καὶ περὶ νηστείας· καὶ περὶ τοῦ μὴ δεῖν ἀτάκτους ποιεῖσθαι συζυγίας, καὶ περὶ γάμων νομίμων καὶ ἀθέσμων, καὶ ὅτι οὐ χρὴ χήραν ἢ ἐκβεβλημένην τὸν ἱερέα λαμβάνειν, ἀλλὰ παρθένου καὶ ἐκ πάντων ἀκολήτων (σιξ; φορτ. ἀκηλίδωτον). Καὶ περὶ ἐκπορνευούσης θυγατρὸς ἱερέως. Καὶ περὶ τοῦ ἄμωμον εἶναι τὸν ἱερέα. Καὶ περὶ τῶν προσφερομένων δώρων. Περί τε σαββάτων, καὶ ἑορτῶν, καὶ τῆς ἑορτῆς τοῦ πάσχα, καὶ τῶν σκηνοπηγιῶν καὶ τῶν