12
περιλάβῃ· ἡ τοιαύτη περίληψις ἀεὶ καιρὸν ἔχει. Καὶ τοῦ νόμου δι' ἀριστερᾶς λεγομένου, τοῦ δὲ νοῦ κεφαλῆς ὀνομαζομένου, καὶ τῆς μὲν εὐαγγελικῆς παιδεύσεως δεξιᾶς καλουμένης, σώματος δὲ ὅλης τῆς Ἐκκλησίας ὀνομαζομένης, ᾖδε Νύμφη ἐν τῷ Ἄσματι λέγουσα· Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Τουτέστι, ὁ μὲν νόμος τῶν σοφωτέρων μόνον ὠφελεῖ τὸν νοῦν. Ἡ δὲ εὐαγγελικὴ παίδευσις θείᾳ περιλήψει τὴν ὅλην Ἐκκλησίαν περιλαμβάνει· ταύτης τῆς περιλήψεως οὐδέποτε καιρὸς τοῦ μακρυνθῆναι. Ἐπὶ δὲ τῆς κιβωτοῦ τῶν δεινῶν ἐπικειμένων, καιρὸς ἦν τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως· διὸ καὶ οἱ ἄῤῥενες καθ' ἑαυτοὺς εἰσῆλθον, αἱ δὲ γυναῖκες καθ' ἑαυτὰς διαιρεθεῖσαι. Ἐν δὲ τῇ ἐξόδῳ τῇ ἐκ τῆς κιβωτοῦ, μετὰ τῆς γυναικὸς ἐξῆλθεν ὁ Νῶε· καιρὸς γὰρ ἦν περιλήψεως. Καθόλου δὲ, καιρὸς μὲν τοῦ μακρύνεσθαι ἀπὸ τῆς κακίας, προσκολλᾶσθαι δὲ τῷ Θεῷ. "Καιρὸς τοῦ ζητῆσαι, καὶ καιρὸς τοῦ ἀπολέσαι." 93.513 Κατὰ μὲν τὴν προφορὰν ἀνάπαλιν κεῖται τὸ ῥητόν· οὐδεὶς γὰρ ζητεῖ ὃ μὴ ἀπώλεσε. Κατὰ δὲ τὴν νόησιν, ὁ ἐν ἀγνοίᾳ ὢν, καιρὸν ἔχει τοῦ ζητῆσαι τὸ ἀληθές. Εὐρὼν δὲ τοῦτο, εὐκαίρως ὀφείλει τὸ τῆς ἀγνοίας ἀπολέσαι σκότος. Ἄλλως· Ζητεῖ τις τὴν ἀπολομένην αὐτοῦ ψυχὴν, εὑρὼν δὲ αὐτὴν, καὶ ἀνανήψας ἐκ τῆς πλάνης, ὀφείλει, τὸ ὅσον ἐπὶ τῇ κακίᾳ, ἀποθανεῖν καὶ ἀπολέσθαι· ἐπὶ δὲ τοῦ μαρτυρίου καιρὸς τοῦ ἀπολέσαι τὴν ψυχὴν, ἵνα εὕρωμεν αὐτήν. "Καιρὸς τοῦ φυλάξαι, καὶ καιρὸς τοῦ ἐκβαλεῖν." Ὁ μὲν τῶν χρημάτων οἰκονόμος οἷδε πότε μὲν φυλάξει χρήματα, πότε δὲ δαπανήσει. Πρὸς δὲ διάνοιαν, καιρὸς τοῦ φυλάξαι, καὶ μὴ εἰς τοὺς τυχόντας ῥίπτειν τὴν θείαν διδασκαλίαν· καιρὸς δὲ τοῦ ἐκβαλεῖν, ὅταν ἐπιτηδείως ἔχωσιν οἱ ἀκούοντες. Ἔδει γάρ σε, φησὶ, βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, μὴ βαλεῖν δὲ τὰ ἅγια τοῖς κυσὶ, μηδὲ τὰς μαργαρίτας ἕμπροσθεν τῶν χοίρων. Ἄλλως· Καιρὸς τοῦ φυλάξαι τὰς εὐαγγελικὰς ἐντολάς· αὐτὸς δὲ καιρὸς καὶ τοῦ ἐκβαλεῖν τὰς τοῦ νόμου σκιάς. "Καιρὸς τοῦ ῥῆξαι, καὶ καιρὸς τοῦ ῥάψαι." Ὁ τοὺς μαχομένους εἰρηνεύων, ἐν καιρῷ συῤῥάπτει· ὁ δὲ τὸν τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα τῆς Ἐκκλησίας ἐκβάλλων, εὐκαίρως ἔῤῥηξε. Ἄλλως· Ὁ διαῤῥήσσων τὴν καρδίαν ἐνώπιον τοῦ Χριστοῦ διὰ τῆς μετανοίας, συῤῥάπτει ἑαυτὸν τῇ τῶν πρωτοτόκων Ἐκκλησίᾳ. "Καιρὸς τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν." Ὁ ἐν σιγῇ καὶ ἐν ἀσκήσει τὰ θεῖα παραδεξάμενος μαθήματα, ὄταν ἀξιωθῇ τοῦ λέγειν, Κύριος γλῶσσαν διαδίδωσι παιδείας ἐν καιρῷ, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· τότε καὶ ἐν καιρῷ λαλεῖ. Ὁ μὲν γὰρ διδασκόμενος ἀκούεται ἐκ τοῦ νόμου· Ἄκουε Ἰσραὴλ, καὶ σιώπα· ὁ δὲ πρεσβύτερος ὁ ἐσχηκὼς φρόνησιν, ἐπιτραπήσεται τοῦ λαλεῖν, ἀκούων· Λάλει, πρεσβῦτα, πρέπει γάρ σοι. "Καιρὸς τοῦ φιλῆσαι, καὶ καιρὸς τοῦ μισῆσαι." Φιλοῦσα ἡ ἁμαρτωλὸς τοῦ Ἰησοῦ τοὺς πόδας, τουτέστι κατ' εὐσέβειαν ἀγαπῶσα, πορείαν ὁλοτρόπως τῆ κακίας ἐμίσει, ὡς ἕνα ὄντα τὸν ἀμφοτέρων καιρόν. Ἄλλως· Ἀεὶ ὀφείλει ἡ ψυχὴ καὶ φιλεῖν καὶ μισεῖν· τὸν μὲν ἑαυτῆς νυμφίον φιλεῖν λόγον δι' ἔργων, λέγουσα· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· μισεῖν δὲ τὸν ἐχθρὸν καὶ ἐπισπορέα διάβολον. "Καιρὸς πολέμου, καὶ καιρὸς εἰρήνης." Ὅταν μάχην ἔχων πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, εἰρηνεύει πρὸς Θεόν. Καὶ ἐν μὲν τῷδε τῷ βίῳ καιρὸς τοῦ πολέμου τοῦ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας· καὶ ὁ 93.516 νικήσας, ἐν τῷ μέλλοντι εὐκαίρως κατατρυφᾷ ἐπὶ πλήθει εἰρήνης. "Τίς περισσεία τοῦ ποιοῦντος ἐν αὐτοῖς οἷς αὐτὸς μοχθεῖ;" Μετὰ τὰ περὶ καιρῶν, πάλιν ἄνεισιν ἐπὶ τὸ ἀνθρώπινον πρόσωπον· καὶ διδάσκει ὅτι ὁ περὶ τὰ ἀνθρώπινα μοχθῶν οὐδὲν πλέον ἔχει τῶν λοιπῶν, τῶν τε ἡδέων καὶ λυπηρῶν κοινῶν πᾶσι τυγχανόντων, καὶ διαφερόντως τοῦ ἐπὶ πάντων θανάτου. Μόνος οὖν ὁ σοφὸς ἔχει τὶ περιττόν. "Εἶδον οὖν τὸν περισπασμὸν, ὂν ἔδωκε ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ· τὰ σύμπαντα ἃ ἐποίησε, καλὰ ἐν καιρῷ αὐτῶν." Ἥδη λέλεκται ὡς τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ οὐχὶ τοῖς σοφοῖς πρὸς Θεοῦ δέδοται ὁ περισπασμός· ἵνα περὶ τὰ μέσα ἀδιάφορα ἐνασχολούμενοι μὴ τελείως εἰς κακίαν ἀποκλίνωσι. Πάντα οὖν καὶ