13
ἀστρονόμοι τε καὶ οἱ τὰ ἄλλα τῆς πλάνης εἰσηγησάμενοι οἱ παρασκευάσαντες τὸν νοῦν ἐπὶ μυρίας κακὰς αἰτίας καὶ ἀγωγὰς ἐσκότωσαν καὶ ἐθόλωσαν τὴν τῆς ἀνθρωπότητος ὑπόληψιν. καὶ γέγονεν αὕτη «πρώτη πλάνη ἐπίνοια εἰδώλων» καὶ κακοδαιμονία διδασκαλίας. ἦν δὲ τὰ πάντα μεμερισμένα Ἑλληνισμός τε καὶ Ἰουδαϊσμός· Ἰουδαϊσμὸς δὲ οὔπω πρότερον καλούμενος, ἀλλὰ διὰ τοῦ Ἰσραὴλ τὸ ἐπώνυμον τῆς θεοσεβοῦς θρῃσκείας ἐπικεκτημένος, ἕως ὅτε ˉε διαδοχαὶ γεγένηνται. ὁ γὰρ Ναασσὼν ὁ ἐν τῇ ἐρήμῳ γεγονὼς φύλαρχος τῆς φυλῆς Ἰούδα γεννᾷ τὸν Σαλμών, Σαλμὼν γεννᾷ τὸν Βοόζ, Βοὸζ γεννᾷ τὸν Ὠβήδ, Ὠβὴδ γεννᾷ τὸν Ἰεσσαί, ἔτι τῶν θεσεβῶν Ἰσραηλιτῶν καλουμένων, Ἰεσσαὶ γεννᾷ τὸν ∆αυὶδ τὸν βασιλέα, ὃς πρῶτος ἐβασίλευσεν ἐκ φυλῆς Ἰούδα· ἐξ οὗ λοιπὸν οἱ κατὰ διαδοχὴν βασιλεῖς ἐκ τοῦ σπέρματος αὐτοῦ, υἱὸς διαδεχόμενος πατέρα, καθεξῆς συνεστήκασιν. ἦν δὲ πρὸ αὐτοῦ τοῦ ∆αυὶδ ὁ φύσει πρῶτος βασιλεύσας ἐν Ἰσραὴλ Σαοὺλ υἱὸς Κεὶς ἐκ φυλῆς Βενιαμίν, * καὶ οὐκέτι αὐτὸν διεδέξατο υἱός, ἀλλὰ μετέστη τὸ βασίλειον αὐτοῦ εἰς ∆αυίδ, διὰ δὲ ∆αυὶδ πρώτου εἰς τὴν φυλὴν Ἰούδα. πρῶτος γὰρ τῷ 1.188 αὐτῷ Ἰακὼβ παῖς γίνεται Ῥουβήν, δεύτερος Συμεών, τρίτος Λευί, τέταρτος Ἰούδας, ὅθεν Ἰουδαῖοι καλοῦνται διὰ τὴν φυλὴν Ἰούδα, τοῦγένους τῶν θεοσεβῶν εἰς τὸ ὄνομα τοῦτο μεταπεσόντος. ἐκαλοῦντο γοῦν Ἰσραηλῖται καὶ Ἰουδαῖοι. 3. Ἕως τούτου τοῦ χρόνου συνήφθησαν αἱ τέσσαρες γενεαὶ τῆς γῆς, τῶν τεσσάρων τμημάτων τούτων διαιρεθέντων κατὰ τοὺς πρώην χρόνους ἕως τοῦ καιροῦ τούτου τοῦ ἐνταῦθά μοι δεδηλωμένου καὶ ἐπέκεινα· τουτέστιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε Βαρβαρισμός, ἀπὸ τοῦ Νῶε ἕως τοῦ πύργου καὶ τοῦ Σεροὺχ μετὰ δύο γενεὰς τοῦ πύργου ἡ Σκυθικὴ δεισιδαιμονία καὶ μετέπειτα ἀπὸ τοῦ πύργου καὶ Σεροὺχ καὶ † Ἀρὰμ ἕως τοῦ Ἀβραὰμ Ἑλληνισμός, ἀπὸ τούτου καιμετέπειτα θεοσέβεια συναπτομένη τῷ αὐτῷ Ἀβραάμ, ἀπὸ τοῦ κατὰ διαδοχὴν σπέρματος αὐτοῦ τουτέστιν τοῦ Ἰούδα Ἰουδαϊσμός· ὡς ἐπιμαρτυρεῖ μοι ὁ πνευματοφόρος καὶ ἅγιος τοῦ θεοῦ ἀπόστολος Παῦλος ὧδέ πως λέγων ὅτι «ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις», ἐπειδὴ ἐξ ὑπαρχῆς, ὅτε ἔκτιστο ἡ κτίσις, καινὴ οὖσα οὐδέν τι διαφορώτερον ἔσχεν ὄνομα. συνῳδὰ δὲ τούτοις πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως «ὀφειλέτης εἰμὶ Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις», ἵνα δείξῃ σοφοὺς μὲν τοὺς Ἰουδαίους, ἀνοήτους δὲ τοὺς Σκύθας. καί φησιν «ὀφειλέτης εἰμί» *. ἐντεῦθεν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ Ἰουδαῖοι ἐκαλοῦντο ἀπὸ χρόνου τοῦ ∆αυὶδ καὶ διήρκεσεν ἐπωνύμως καλούμενον Ἰσραηλιτῶν τε καὶ Ἰουδαίων ἔχον τὴν ἐπίκλησιν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ ἀπὸ τῶν χρόνων τοῦ ∆αυὶδ καὶ τοῦ υἱοῦ αὐτοῦ Σολομῶντος καὶ υἱοῦ τοῦ Σολομῶντος, φημὶ δὲ τοῦ Ῥοβοὰμ τοῦ μετὰ τὸν Σολομῶντα βασιλεύσαντος ἐν Ἱερουσαλήμ. ἵνα δὲ μὴ ἐν παρεξόδῳ γένωμαι, παρερχόμενος τὰ κατὰ τὴν τῶν Ἰουδαίων 1.189 θρῃσκείαν καὶ μὴ ὑποσημαινόμενος τῆς κατ' αὐτοὺς δόξης τὴν ὑπόθεσιν ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι. πᾶσι γὰρ ὡς εἰπεῖν φανερώτατα ὑπάρχει τὰ κατὰ τοὺς Ἰουδαίους. διὸ οὐ πάνυ κάματον ἀναδέξομαι περὶ ταύτης τῆς ὑποθέσεως κατὰ τὸ λιπτότατον διηγήσασθαι, ἀλλ' ὅμως ἦν ἀναγκαῖον ὀλίγα ἀπὸ πολλῶν ἐνταῦθα παραθέσθαι. 4. Ἰουδαῖοι τοίνυν οἱ ἀπὸ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν ὑπάρχοντες καὶ τὴν αὐτοῦ θεοσέβειαν διαδεξάμενοι περιτομὴν μὲν τοῦ Ἀβραὰμ ἔχουσιν, ἣν κατὰ πρόσταξιν θεοῦ εἴληφεν ἐνενηκοστὸν ἔνατον ἔτος κατάγων δι' αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ τούτου σπέρμα πάροικον γινόμενον ἐν γῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ θεοῦ, ἐπὶ σώματος δὲ φέρειν σφραγῖδα ὑπομνήσεως χάριν καὶ ἐλέγχου εἰς τὸ ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ. ὁ δὲ τούτου παῖς Ἰσαὰκ ὀκταήμερος περιτέμνεται, ὡς τὸ τοῦ