14
εὐαρμοσίας ἐπὶ τὴν τοῦ ποιήσαντος δύναμιν τοὺς πιστοὺς ἀνακινῶν. Χρὴ δὲ εἰδέναι ὡς τὰ ὁρώμενα νοητῶν τινων τυγχάνουσι σύμβολα· ὥστε κατὰ τὸν λόγον δι' ὃν γεγόνασιν, ἀνελλιπῆ τυγχάνουσι. Εἴτε γάρ τι προηγουμένως γέγονε ὑπὸ Θεοῦ. εἴτε κατὰ δεύτερον λόγον, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Πάντα τοίνυν καλὰ, πάντα τέλεια, καὶ ἀπέριττα τοῦ Θεοῦ τὰ ποιήματα. 93.520 "Τὸ γενόμενον, ἤδη ἐστί· καὶ ὅσα τοῦ γίνεσθαι. ἤδη γέγονε· καὶ ὁ Θεὸς ζητήσει τὸν διωκόμενον." Εἰ τι, φησὶ, προγέγονε, νῦν ἐστί· ἄνθρωπος γέγονε, ἄνθρωπος ἐστί· φυτὸν γέγονε, φυτὸν ἐστί· ἀλλὰ καὶ τὰ μέλλοντα γενέσθαι ἤδη γεγόνασιν. Ἄνθρωποι μέλλουσι γενέσθαι μεθ' ἡμῶν, ἤδη πρὸ αὐτῶν ἄλλοι γεγόνασιν. Τὸ δὲ, Ὁ Θεὸς ζητήσει τὸν διωκόμενον, καὶ βλάβην μὴ ἐνεργοῦντα ζητήσει, καὶ σώσει αὐτόν. "Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον κρίσεως, ἐκεῖ ὁ ἀσεβής· καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶπεν ἐγὼ ἐν τῇ καρδίᾳ μου· Σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ Θεὸς, ὅτι καιρὸς τῷ παντὶ ποιήματι." Ἐκ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ἡμᾶς ἀνάγων διδάσκει, ὅτι προγνωστικῶς καὶ καθαρῶς διανοίας ὄμματι ἐθεώρησε τὸν τόπον τῆς κρίσεως τοῦ ἀσεβοῦς ὑπὸ τὸν ἥλιον ὄντα, ἵνα εἴπῃ ἐν τῷ ᾅδῃ· ἀλλὰ καὶ τὸν τόπον τεθεωρηκέναι λέγει τοῦ δικαίου. Προσέθηκε δὲ ἐπὶ τούτῳ, ὑπὸ τὸν ἥλιον. Εἰ μὲν ἁπλῶς τοῦτο νοηθῇ, εὔδηλον ὅτι ἐν παραδείσῳ καὶ ἐν τοῖς οὐρανοῖς μέλλουσιν εἶναι οἱ δίκαιοι. Εἰ δὲ κατὰ κοινοῦ ἐκληφθῇ τὸ, ὑπὸ τὸν ἥλιον, ἐπί τε τοῦ δικαίου καὶ ἀσεβοῦς, τοὺς νῦν τοῦ βίου μεταστάντας ἐθεώρησε, οὔπω τὴν βασιλείαν ἀπολαβόντας τῶν οὐρανῶν. Ζητῆσαι δὲ προσήκει, ποῦ ὑπὸ τὸν ἥλιον τυγχάνουσιν οἱ εὐσεβεῖς. Εὔδηλον ὅτι ἐν τῷ παραδείσῳ, κατὰ τὸν εἰρηκότα Σωτῆρα τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Καὶ δεῖ εἰδέναι ὅτι ἡ μὲν ἱστορία τὸν παράδεισον ἐπὶ γῆς εἶναι διδάσκει. Τινὲς δὲ ἔφησαν ὅτι καὶ ὁ παράδεισος ἐν τῷ ᾅδῃ τυγχάνει. ∆ιό φησι, Καὶ ὁ πλούσιος εἶδε τὸν Λάζαρον, ἀλλ' αὐτός που κάτω τυγχάνων, ἐκεῖνον ἄνω που Ἀβραὰμ ἐθεώρησε. Ὅπως δ' ἂν ἔχῃ ταῦτα, διδασκόμεθα καὶ ἐκ τοῦ παρόντος ῥητοῦ, καὶ ἐκ πάσης τῆς θείας Γραφῆς, ἐν εὐπαθείαις εἶναι τὸν εὐσεβῇ, τὸν δὲ ἄδικον ἐν ταῖς καταλλήλοις κολάσεσιν. Ἑτέροις δὲ ἔδοξε τὸν παράδεισον ἐν οὐρανῷ εἶναι· ὁ δὲ ἀπλοῦς Ἐκκλησιαστὴς ἀκολουθήσει μᾶλλον τῇ ἱστορίᾳ. Εἶτα καὶ συνεξετάζων ἐπάγει, φησὶ, ὅτι "Εἶπον κατ' ἐμαυτόν· Ἆρα μὴ σὺν τῷ ἀσεβεῖ καὶ ὁ δίκαιος κατακρίνεται;" τοῦτο δὲ ἐξεταστικῶς, οὐκ ἀποφαντικῶς εἰπών. Ἅπαξ γὰρ ἐδίδαξε ἕτερον εἶναι τὸν τόπον τοῦ δικαίου, καὶ ἕτερον τοῦ ἀσεβοῦς· εἶτα ἡμᾶς ἐπαναμιμνήσκει ἐνάγων εἰς φόβον, ὅτι πάντας ἄξει εἰς κρίσιν ὁ Θεὸς, καὶ πάντα ἡμῶν τὰ πράγματα κατεξετάσει. Καιρὸς γὰρ, φησὶ, τῷ παντὶ πράγματι, καὶ ἐπὶ παντὶ ποιήματι. Ἀντὶ τοῦ, Ἔσται καὶ τῆς καθόλου κρίσεως ὁ καιρός. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Εἶδον ὑπὸ τὸν τῆς δικαιοσύνης Ἥλιον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, τὸν τόπον τοῦ ἀσεβοῦς, τὴν ἐξ ἀριστερᾶς στάσιν· καὶ τοῦ δικαίου τὸν τόπον, τὴν ἐκ δεξιᾶς· καὶ εἶπον ἐγὼ ἐν καρδίᾳ μου, ὅτι πάντας ἄξει εἰς κρίσιν ὁ Θεὸς, τὸ κατ' ἀξίαν ἀπονέμων ἑκάστῳ, ἐκεῖνον ὁρίσας τὸν καιρὸν, καθ' ὃν πᾶν πρᾶγμα 93.521 ἡμῶν καὶ ποίημα σὺν ἀκριβείᾳ ἐξετασθήσεται. "Ἐκεῖ εἶπον ἐγὼ ἐν καρδίᾳ μου, περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ Θεός." Ὅμοιον τῷ ἐν Εὐαγγελίῳ, ὅτι Πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὑτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Νόει δέ μοι λαλιὰν καὶ αὐτὴν τὴν ἔννοιαν, ἐπεὶ καὶ τῶν ἐννοιῶν ἀπαιτούμεθα δίκην. "Καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν, καί γε συναντήματα υἱῶν τοῦ ἀνθρώπου, καὶ συνάντημα τοῦ κτήνους· συνάντημα ἓν αὐτοῖς. Ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Καὶ πνεῦμα ἐν πᾶσι· καὶ οὐδὲν περιέσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος." ∆ιὰ τοῦτο, φησὶν, εἶδον καὶ ἐσοφισάμην ὑπὸ Θεοῦ τοὺς τῆς κρίσεως λόγους, ἵνα ἐπιδείξω, τουτέστι ἵνα διδάξω τοὺς ἀνθρώπους, ὅτι οὐδὲν κτηνῶν διαφέρουσι, κατὰ τὸν τοῦ σώματος δηλονότι καὶ τὸν τῆς φιλοσωμάτου ζωῆς· λόγον. Τὸν γὰρ