15
ἕκτη βίβλος Ἰησοῦ τοῦ Ναυῆ ἑβδόμη τῶν Κριτῶν ὀγδόη τῆς Ῥοὺθ ἐνάτη τοῦ Ἰὼβ δεκάτη τὸ Ψαλτήριον ἑνδεκάτη Παροιμίαι Σολομῶντος δωδεκάτη Ἐκκλησιαστὴς τρισκαιδεκάτη τὸ ᾆσμα τῶν ᾀσμάτων τεσσαρεσκαιδεκάτη Βασιλειῶν πρώτη πεντεκαιδεκάτη Βασιλειῶν δευτέρα ἑκκαιδεκάτη Βασιλειῶν τρίτη ἑπτακαιδεκάτη Βασιλειῶν τετάρτη ὀκτωκαιδεκάτη Παραλειπομένων πρώτη ἐννεακαιδεκάτη Παραλειπομένων δευτέρα εἰκοστὴ τὸ ∆ωδεκαπρόφητον εἰκοστὴ πρώτη Ἠσαΐας ὁ προφήτης εἰκοστὴ δευτέρα Ἰερεμίας ὁ προφήτης μετὰ τῶν Θρήνων καὶ 1.192 ἐπιστολῶν αὐτοῦ τε καὶ τοῦ Βαροὺχ εἰκοστὴ τρίτη Ἰεζεκιὴλ ὁ προφήτης εἰκοστὴ τετάρτη ∆ανιὴλ ὁ προφήτης εἰκοστὴ πέμπτη Ἔσδρας ˉα, εἰκοστὴ ἕκτη Ἔσδρας ˉβ, εἰκοστὴ ἑβδόμη Ἐσθήρ. αὗταίεἰσιν αἱ εἴκοσι ἑπτὰ βίβλοι ἐκ θεοῦ δοθεῖσαι τοῖς Ἰουδαίοις· εἴκοσι δύο δέ εἰσιν ὡς τὰ παρ' αὐτοῖς στοιχεῖα τῶν Ἑβραϊκῶν γραμμάτων ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι δέκα βίβλους εἰς πέντε λογιζομένας. περὶ τούτου δὲ ἄλλῃ που σαφῶς εἰρήκαμεν. εἰσὶ δὲ καὶ ἄλλαι δύο βίβλοι παρ' αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ Σοφία τοῦ Σιρὰχ καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἐναποκρύφων. πᾶσαι δὲ αὗται αἱ ἱεραὶ βίβλοι τὸν Ἰουδαϊσμὸν ἐδίδασκον καὶ τὰ τοῦ νόμου φυλάγματα ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. καὶ καλῶς ἐφέροντο παιδαγωγούμενοι ἐν τῷ νόμῳ, εἰ ἐδέξαντο τὸν Χριστὸν τὸν ὑπὸ τοῦ παιδαγωγοῦ, φημὶ δὲ τοῦ νόμου, αὐτοῖς προκηρυχθέντα τε καὶ προφητευθέντα, ἵνα δεξάμενοι αὐτοῦ τὴν θεότητα καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν μάθωσιν οὐ κατάλυσιν νόμου, ἀλλὰ τὴν τοῦ νόμου πλήρωσιν, ἐπειδὴ οἱ τύποι ἐν τῷ νόμῳ ἦσαν, ἡ δὲ ἀλήθεια ἐν τῷ εὐαγγελίῳ. ἐκεῖ γὰρ περιτομὴ σαρκική, ὑπηρετήσασα χρόνῳ ἕως τῆς μεγάλης περιτομῆς, τουτέστι τοῦ βαπτίσματος τοῦ περιτέμνοντος ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ σφραγίσαντος ἡμᾶς εἰς ὄνομα θεοῦ. καὶ ἦν ἐκεῖ σάββατον κατέχον ἡμᾶς εἰς τὸ μέγα σάββατον, τουτέστιν εἰς ἀνάπαυσιν Χριστοῦ, ἵνα ἐν Χριστῷ σαββατίσωμεν ἀπὸ ἁμαρτημάτων. καὶ ἦν ἐκεῖ πρόβατον ἄλογον θυόμενον, καθοδηγοῦν ἡμᾶς εἰς τὸ μέγα πρόβατον καὶ ἐπουράνιον ὑπὲρ ἡμῶν καὶ «ὑπὲρ ὅλου τοῦ κόσμου» τυθέν. καὶ ἦν ἐκεῖ ἀποδεκάτωσις ἀσφαλιζομένη, ἵνα μὴ λάθῃ ἡμᾶς τὸ ἰῶτα, ἡ δεκάς, τὸ πρῶτον στοιχεῖον τοῦ Ἰησοῦ ὀνόματος. 1.193 7. Ἐπεὶ οὖν τῷ τύπῳ ἤχθησαν καὶ οὐκ ἔφθασαν εἰς τελείωσιν τὴν διὰ νόμου καὶ προφητῶν καὶ ἄλλων καὶ πάσης βίβλου κεκηρυγμένην, ἐξεβλήθησαν ἀπὸ τῆς γεωργίας καὶ εἰσῆλθεν τὰ ἔθνη, ἐκείνων μηκέτι δυναμένων σωθῆναι, εἰ μή τι ἀνακάμψωσιν εἰς τὴν χάριν τοῦ εὐαγγελίου. πάντα γὰρ αὐτοῖς τὰ δικαιώματα κατήργηται, ἑκάστης μαρτυρίας τοῦτο λεγούσης, ὡς ἔχει ἐν πάσῃ γραφῇ. συντόμως δὲ ἀπὸ μιᾶς μαρτυρίας τὸ ἀνυπέρθετον καὶ ἀπαράβατον τῆς κατ' αὐτῶν ἀποφάσεως ἐροῦμεν, ὡς ἔστιν ἰδεῖν ἀκριβῶς τὴν κατ' αὐτῶν ψῆφον, καθώς φησιν «ἥτις ψυχὴ οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἀπὸ τῆς φυλῆς αὐτῆς καὶ ἐξ Ἰσραὴλ καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ»· ὡς τοῦ κυρίου μέλλοντος τὰ διὰ τοῦ νόμου μυστικῶς παραδοθέντα τελείως καὶ σωτηριωδῶς ἐπασφαλίζεσθαι, τὸν δὲ μὴ ἀκούοντα αὐτοῦ καὶ μὴ ἀνεχόμενον μὴ ἔχειν σωτηρίαν, κἄν τε τὸν νόμον ποιήσῃ, τοῦ νόμου μὴ δυναμένου τελειοῦν τὸν ἄνθρωπον διὰ τὸ σωματικῶς τὰ ἐν αὐτῷ δικαιώματα γεγράφθαι καὶ ἐν Χριστῷ ἀληθινῶς πληροῦσθαι. Ἕως τούτου μοι λελέχθω περὶ τοῦ Ἰουδαϊσμοῦ. καὶ γὰρ ὀλίγων ἐμνημόνευσα εἰς τὸ μὴ τὸ πᾶν αὐτῶν παρασιωπῆσαι, ἀλλὰ ἐν μέρει ὑποδεῖξαι. πᾶσι γὰρ ὡς εἰπεῖν πρόδηλός ἐστιν ἡ κατ' αὐτοὺς ὑπόθεσις καὶ ὁ πρὸς αὐτοὺς ἔλεγχος. ἐδείξαμεν δὲ καὶ τὴν ἀρχήν, πόθεν ἔσχον τὴν εἰσαγωγήν, ὅτι ἐξ ἀρχῆς ἐκ τῆς τοῦ Ἀβραὰμ τοῦ πατριάρχου θεοσεβείας Ἀβράμιοι καλοῦνται οἱ θεοσεβεῖς διὰ τὸ εἶναι αὐτοὺς ἐκ σπέρματος αὐτοῦ, ἀπὸ δὲ τοῦ ἐκγόνου αὐτοῦ, φημὶ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραήλ, Ἰσραηλῖται· ἐξ ἡμερῶν δὲ ∆αυὶδ τοῦ