1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

15

αὐτὸν ἀέρα τοῖς κτήνεσιν ἀναπνέομεν ἅπαντες, τὸν αὐτὸν ὑφιστάμεθα θάνατον, καὶ οὐδὲν ἐν τούτῳ πλέον ἔχει τοῦ κτήνους ὁ ἄνθρωπος. ∆ιὸ ἡ κτηνώδης καὶ φιλόσαρκος ζωὴ ματαιότης ἐστί. ∆ιδάσκει δὲ ἡμᾶς ἐκ τούτων ὁ Ἐκκλησιαστὴς, μὴ τῇ σαρκὶ ἡμῶν, ἀλλὰ τῇ λογικῇ οὐσίᾳ προσέχειν, καθ' ἣν τοῖς ἀγγέλοις κοινωνοῦμεν· κατὰ μὲν γὰρ τὴν αἰσθητὴν ἡμῶν οὐσίαν ὅμοιοι τοῖς κτήνεσίν ἐσμεν· κατὰ δὲ τὴν ἀόρατον καὶ λογικὴν, τοῖς ἁγίοις ἀγγέλοις. "Τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένοντο ἀπὸ τοῦ χοός· καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν. Καὶ τίς οἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου, εἰ ἀναβαίνει αὐτὸ εἰς τὰ ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους, εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν;" Μανιχαῖοι μετεμψύχωσιν λέγοντες, τὴν ἀθάνατον ψυχὴν πάντα λέγουσιν ἐνδύεσθαι σώματα, καὶ λογικῶν, καὶ ἀλόγων, καὶ φυτῶν, καὶ ἑρπετῶν. Χριστιανοὶ δὲ ἐκ τῶν θείων Γραφῶν παιδευόμενοι, διδασκόμεθα κτήνη νοεῖν τοὺς ἀλογωτέρους, τοὺς παραβληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἀνθρώπους δὲ πρὸς ἀντιδιαστολὴν τῶν κτηνωδεστέρων τοὺς λογικωτέρους. Τίς οὖν οἶδ' εἰ οἱ δοκοῦντες εἶναι παρὰ τοῖς πολλοῖς λογικώτεροι, ἐν τῷ καιρῷ τῆς κρίσεως τῆς τῶν οὐρανῶν ἀξιοῦνται βασιλείας, καὶ οὐκ εἰς τὰ κάτω ἀποῤῥίπτονται; Ἢ καὶ τὸ ἔμπαλιν, εἰ δοκοῦντες εἶναι ἀλογώτεροι οὐκ ἄνω προσλαμβάνονται κατὰ τὰ ἀνέφικτα τοῦ Θεοῦ κρίματα; Ὅτι γὰρ ἡ μὲν ἀνθρώπου ψυχὴ ἀθάνατος, ἡ δὲ τῶν ἀλόγων συμφθείρεται τῷ σώματι, παντί που πρόδηλον, τῷ γε καὶ κατὰ μικρὸν λόγου μετέχοντι. Ἄλλως· Ἐν πολλοῖς ὁ Ἐκκλησιαστὴς τὸ τοῦ φιλοσάρκου πρόσωπον ὑποδυόμενος, ὡς ἐξ ἐκείνου τοῦ προσώπου προφέρει τὰ ῥήματα, λέγοντος· Τίς οἶδε τὰ ἐσόμενα; Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. ∆ιατρανῶν δὲ τὰ περὶ τῆς ἐνταῦθα ζωῆς ὁ Ἀπόστο 93.524 λος ἔφη· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐν Χριστῷ ἐσμεν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Πανταχοῦ τοιγαροῦν ὁ Ἐκκλησιαστὴς τοῦτο ἡμᾶς διδάσκων δι' αἰνιγμάτων, εἰς ἑτέραν ἡμᾶς παραπέμπει ζωήν. "Καὶ εἶδον ὅτι οὐκ ἔστι ἀγαθὸν, εἰ μὴ ᾦ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ· ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ' αὐτόν;" Εἰ μὲν ἐκ προσώπου τοῦ φιλοσάρκου ὁ λόγος, οὕτω νοήσεις· Εἶδον, φησὶν ὁ τοιοῦτος, ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ βίῳ, εἰ μὴ τὸ εὐφραίνεσθαι ἐν τοῖς ἰδίοις ποιήμασί τε καὶ θελήμασι· καὶ τοῦτό ἐστι μερὶς καὶ εὐκληρία τοῦ ἀνθρώπου. Εἶτα ὁ Ἐκκλησιαστὴς διδάσκει, πόθεν αἱ τοιαῦται ἔννοιαι τοῖς φιλοσωμάτοις ἐγγίνονται· ὅτι, φησὶν, οὐδεὶς δύναται τούτοις ἐπιδεῖξαι ἀποτυφλωθεῖσι τὴν διάνοιαν, τὰ μέλλοντα καὶ μετὰ ταῦτα γίνεσθαι, τουτέστι τὰς αἰωνίους κολάσεις. Εἰ δὲ ἐκ τοῦ Σοφοῦ ὁ λόγος, ὑψηλότερον θεωρήσεις. Οὐκ ἔστι, φησὶν, ἀγαθὸν ἀνθρώπῳ, εἰ μὴ ἡ μέλλουσα αὐτὸν διαδέχεσθαι εὐφροσύνη, ἐκ τῶν αὐτοῦ ἐνταῦθα ἀγαθῶν ποιημάτων. Ἣ γὰρ εὐφραντικὴ αὐτοῦ πρᾶξις, τουτέστι ἡ ἐνάρετος, αὕτη ἔσεται μερὶς αὐτοῦ. Τὸν γὰρ μὴ κατὰ ἀρετὴν βιοῦντα οὐκ ἔστι μετὰ τὴν ἐνθάδε ζωὴν πάλιν ἐπαναλῦσαι, καὶ εἰς μετάνοιαν ἐλθεῖν. ΚΕΦΑΛ. ∆ʹ. "Καὶ ἐπέστρεψα ἐγὼ, καὶ εἶδον τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχὺς, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν." Εἰς ἑτέραν, φησὶν, ἐτράπην ἐξέτασιν, καὶ θεωρῶν τοὺς ἀνθρώπους, ἐθεασάμην τοὺς συκοφάντας ἀδικοῦντας, καὶ τοὺς συκοφαντουμένους δακρύοντας ἐξ ἀδυναμίας, διὰ τὸ μηδένα ἐνισχύειν αὐτοῖς, καὶ διὰ τοῦ ἐπαμύνειν ποιεῖν αὐτοῖς παράκλησιν. Συκοφαντοῦσι δὲ οἱ μὲν ἐπὶ χρήμασιν, οἱ δὲ ἐπὶ δόγμασιν, ὡς οἱ αἱρετικοὶ τοὺς ὀρθοδόξους. Καὶ ὁ ἀρχέκακος δὲ δαίμων, καὶ αἱ ἀποστατικαὶ δυνάμεις συκοφαντοῦσιν ἀεὶ ψευδόμεναι. "Καὶ ἐπῄνεσα ἐγὼ τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, οἳ αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν. Καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο, ὃς οὐκ οἶδε [σὺν] τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον." Τοὺς τεθνηκότας μακαρίζει ὑπὲρ τοὺς ζῶντας. ∆ιὰ τί; Ὅτι οἱ μὲν δίκαιοι ἔληξαν τῶν πόνων· οἱ δὲ ἁμαρτωλοὶ ἀνεκόπησαν