16
βασιλεύσαντος ἐκ φυλῆς Ἰούδα ἐκαλοῦντο Ἰουδαῖοί τε καὶ Ἰσραηλῖται πᾶσαι αἱ δώδεκα φυλαὶ καὶ ἕως Σολομῶντος τοῦ υἱοῦ ∆αυὶδ καὶ ἕως τοῦ Ῥοβοάμ, υἱοῦ Σολομῶντος, ἐκγόνου δὲ τοῦ ∆αυίδ. καὶ κατὰ ἐπιτίμησιν θεοῦ καὶ ἀναξιότητα τοῦ Ῥοβοὰμ ἐσχίσθησαν αἱ δεκαδύο φυλαὶ καὶ γεγόνασι δύο ἥμισυ μετὰ τοῦ Ἰούδα τουτέστι μετὰ Ῥοβοὰμ καὶ ἐννέα ἥμισυ μετὰ Ἱεροβοάμ. ἐκαλοῦντο δὲ αἱ ἐννέα ἥμισυ Ἰσραηλῖταί τε καὶ Ἰσραήλ, 1.194 βασιλευόμεναι ὑπὸ τοῦ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ἐν Σαμαρείᾳ· αἱ δὲ δύο ἥμισυ εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι ἐκαλοῦντο, βασιλευόμεναι ὑπὸ Ῥοβοὰμυἱοῦ Σολομῶντος. καὶ γεγόνασι πάλιν διαδοχαὶ βασιλέων· Ῥοβοὰμ γεννᾷ τὸν Ἀβιά, Ἀβιὰ γεννᾷ τὸν Ἀσά, Ἀσὰ γεννᾷ τὸν ἸωσαφάἸωσαφὰτ γεννᾷ τὸν Ἰωράμ, Ἰωρὰμ γεννᾷ τὸν Ὀχοζίαν, Ὀχοζίας γεννατὸν Ἰωάς, Ἰωὰς γεννᾷ τὸν Ἀμεσσίαν, Ἀμεσσίας γεννᾷ τὸν Ἀζαρίτὸν καλούμενον Ὀζίαν, Ἀζαρίας ὁ καὶ Ὀζίας γεννᾷ τὸν ἸωάθαμἸωάθαμ γεννᾷ τὸν Ἄχαζ, Ἄχαζ γεννᾷ τὸν Ἐζεκίαν· ἐν χρόνοις δεἘζεκίου καὶ Ἄχαζ ᾐχμαλωτεύθησαν φυλαὶ ἐκ τοῦ Ἰσραὴλ εἰς τὰ ὅρια Μήδων. μετὰ τοῦτο Ἐζεκίας γεννᾷ τὸν Μανασσῆ, Μανασσῆς γεννᾷ τὸν Ἀμώς, Ἀμὼς γεννᾷ τὸν Ἰωσίαν, Ἰωσίας γεννᾷ τὸν Ἰεχονίαν, τοκαὶ Σελοὺμ καλούμενον, ὃς καὶ Ἀμασίας ἐλέγετο. ὁ Ἰεχονίας οὗτος γεννᾷ τὸν Ἰεχονίαν τὸν καλούμενον Σεδεκίαν καὶ Ἰωακείμ. 8. Καὶ μηδεὶς περὶ τούτου ἀμφιβαλλέτω, θαυμαζέτω δὲ μᾶλλον τὴν ἀκριβολογίαν, ὠφελίμως ἐνταῦθα κειμένην τοῖς σπουδαίοις χρηστομαθίας ἕνεκα τὰ ἀκριβῆ τῶν γραφῶν καταλαμβάνειν ἐθέλουσιν, οἵτινες εὐθὺς μετὰ τῆς ὠφελείας εὐγνωμονεῖν ἀναγκασθήσονται, κερδήσαντες τὸ ὑπό τινων ἀμαθῶν ἐν τῷ εὐαγγελίῳ δι' ἀμφιβολίαν ὡς κατὰ διόρθωσιν ἀφανισθὲν ῥητόν. τριχῶς γὰρ ἀριθμήσαντος τοῦ ἁγίου Ματθαίου τὰς γενεάς, ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ ∆αυὶδ φήσαντος γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τοῦ ∆αυὶδ ἕως τῆς αἰχμαλωσίας γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεὰς δεκατέσσαρας, οἱ δύο ἀνώτεροι ἀριθμοὶ σαφεῖς εὑρίσκονται, μηδεμίαν ἔλλειψιν ἀριθμοῦ περιέχοντες· ἕως γὰρ τοῦ Ἰεχονίου περιέχουσι τοὺς χρόνους· ὁ δὲ τρίτος ἀριθμὸς οὐκέτι δεκατεσσάρων γενεῶν εὑρίσκεται κατὰ διαδοχὴν ὀνομάτων ἔχων τὸ πλήρωμα, ἀλλὰ δεκατριῶν, ἐπειδή τινες εὑρόντες Ἰεχονίαν ἅμα Ἰεχονίᾳ ἑτέρῳ ἐπὶ τὸ αὐτὸ ἐνόμισαν τὸν ἀριθμὸν δεδισσολογημένον. οὐκ ἦν δὲ δισσολογία, 1.195 ἀλλὰ ἀριθμὸς σαφής. εἰς ὄνομα γὰρ πατρὸς ὁ παῖς ἐπεκέκλητο Ἰεχονίας τοῦ Ἰεχονίου. ἀφελόμενοι οὖν τινες ὡς κατὰ φιλοκαλίαν τὸ ἓν ὄνομα, ἀγνοίᾳ φερόμενοι, ἐλλιπῆ ἐποιήσαντο τῆς ὑποθέσεως κατὰ τὴν ὁμάδα τοῦ ἀριθμοῦ τῶν δεκατεσσάρων ὀνομάτων τὴν ὑπόσχεσιν καὶ τὸ πολύπειρον τῆς σχέσεως ἠφάνισαν. Γίνεται γοῦν ἐντεῦθεν ἀπὸ τοῦ χρόνου Ἰεχονίου ἡ αἰχμαλωσία ἡ εἰς Βαβυλῶνα. ἐν τούτῳ τῷ χρόνῳ τῆς αἰχμαλωσίας προσῆλθον οἱ πρεσβύτεροι τῷ Ναβουχοδονόσορ ἐν Βαβυλῶνι, παρακαλοῦντες ἀποσταλῆναί τινας τῶν ἰδίων αὐτοῦ ἐγκαθέτους εἰς τὴν Ἰσραηλῖτιν γῆν, ὅπως μὴ ἡ χώρα ὑλομανήσασα ἐρημωθείη. καὶ ἐδέξατο τὴν παρ' αὐτῶν παράκλησιν οὐ γὰρ ἀνεβάλλετο καὶ ἀποστέλλει μὲν τῶν ἰδίων τέσσαρα γένη, τούς τε Κουθαίους καλουμένους καὶ Κουδαίους, Σεπφαρουραίους καὶ Ἀναγωγαυαίους, οἵτινες ἅμα τοῖς αὐτῶν εἰδώλοις ἀναβάντες κατῴκουν τὸ τηνικαῦτα τὴν Σαμάρειαν, ταύτην ἐπιλεξάμενοι ἑαυτοῖς τὴν γῆν διὰ τὸ εἶναι πίονά τε καὶ γονιμωτάτην. χρόνῳ δὲ οὗτοι ὑπὸ τῶν θηρίων διασπαραττόμενοι, λεόντων τε καὶ παρδάλεων καὶ ἄρκων καὶ τῶν ἄλλων πονηρῶν θηρίων, ἀποστέλλουσιν εἰς Βαβυλῶνα, παρακαλοῦντες καὶ ὑπερβολῇ θαυμάζοντες τὴν τῶν κατοικησάντων τὸ πρὶν ἐγκαθέτων διαγωγήν, πῶς ἠδύναντο ὑποστῆναι τὴν τῶν θηρῶν ἁρπαγήν τε καὶ βίαν. ὁ δὲ βασιλεὺς μεταστειλάμενος τοὺς πρεσβυτέρους ἤρετο τὴν αὐτοῖς γενομένην ἀγωγὴν ἐπὶ τῆς ἐν τῇ Ἰουδαίᾳ καθέξεως, πῶς τε διελάνθανον τὴν τῶν θηρῶν ἁρπαγήν, τοσαύτης θηριοβολίας