1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

16

ἐκείνην, ὡς τοῦτο τὸ πάθος. Πανταχόθεν τοίνυν αὐτοὺς τειχίζωμεν συμβουλαῖς, παραινέσεσι, φόβοις, ἀπειλαῖς. Ἂν ταύτης περιγένωνται τῆς ἐπιθυμίας, οὐδὲ ἑτέρᾳ ταχέως ἁλώσονται, ἀλλὰ καὶ χρημάτων ἔσονται κρείττους, καὶ μέθης κρατήσουσι, καὶ τὰς παροινίας καὶ τὰς πονηρὰς συνουσίας πάσῃ σπουδῇ διακρούσονται, καὶ ποθεινότεροι μὲν ἔσονται τοῖς γεγεννηκόσιν, αἰδεσιμώτεροι δὲ πᾶσιν ἀνθρώποις. Τίς γὰρ οὐκ αἰδεσθήσεται σωφρονοῦντα νέον; τίς δὲ οὐκ ἀσπάσεται καὶ φιλήσει τὸν χαλινώσαντα τὰς ἀτόπους ἐπιθυμίας; τίς δὲ οὐχ αἱρήσεται καὶ τῶν σφόδρα εὐπορωτάτων μετὰ πολλῆς αὐτῷ τῆς χάριτος ἐκδοῦναι τὸ θυγάτριον, κἂν ἁπάντων ἐκεῖνος πενέστερος ᾖ; Ὥσπερ γὰρ τὸν ἐν ἀσωτίᾳ ζῶντα, καὶ πόρναις προσέχοντα, κἂν ἁπάντων εὐπορώτερος ᾖ, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς θελῆσαι κηδεστὴν λαβεῖν· οὕτω τὸν σώφρονα καὶ σεμνὸν οὐδεὶς οὕτως ἀνόητος, ὡς ἀποκρούσασθαι καὶ ἀτιμάσαι. Ἵν' οὖν καὶ ἀνθρώποις αἰδέσιμοι, καὶ τῷ Θεῷ ποθεινοὶ οἱ παῖδες γένωνται, κατακοσμῶμεν αὐτῶν τὰς ψυχὰς, καὶ μετὰ σωφροσύνης ἐπὶ τοὺς γάμους ἄγωμεν. Οὕτω γὰρ καὶ τὰ παρόντα αὐτοῖς, ὥσπερ ἐκ πηγῶν, ἅπαντα ἥξει, καὶ τὸν Θεὸν ἕξουσιν ἵλεων, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης ἀπολαύσονται δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Γʹ. Εἰς τὴν Ἄνναν, καὶ εἰς τὴν τοῦ Σαμουὴλ γαλακτοτροφίαν· καὶ ὅτι χρήσιμος ἡ περὶ τὸν τόκον βραδύτης, καὶ ὅτι ἐπικίνδυνον καὶ

σφαλερὸν τὸ τῶν παίδων ἀμελεῖν. αʹ. Εἰ μὴ δοκῶ προσκορής τισιν εἶναι καὶ φορτικὸς, βούλομαι τῆς αὐτῆς

ὑποθέσεως ἅψασθαι πάλιν, ὑπὲρ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ πρὸς τὴν Ἄνναν ὑμᾶς χειραγωγῆσαι, καὶ εἰς τὸν λειμῶνα τῶν κατορθωμάτων τῆς γυναικὸς εἰσαγαγεῖν τὸν λόγον· λειμῶνα οὐχὶ ῥοδωνιὰν ἔχοντα, οὐδὲ ἄνθη μαραινόμενα, ἀλλ' εὐχὴν καὶ πίστιν καὶ ἀνεξικακίαν πολλήν. Πολὺ γὰρ ταῦτα τῶν ἠρινῶν ἀνθέων εὐωδέστερα οὐχὶ πηγαῖς ὑδάτων, ἀλλ' ὄμβροις δακρύων ἀρδόμενα. Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν παρασκευάζουσιν· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο. Ὁμοῦ γὰρ ἐφθέγξατο, καὶ πρὸς τὸν οὐρανὸν ἀνέδραμεν ἡ εὐχὴ, καὶ καρπὸν ἤνεγκεν ὥριμον αὐτῇ, τὸν ἅγιον Σαμουήλ. Μὴ δὴ δυσχεράνητε, εἰ τῆς αὐτῆς ὑποθέσεως ἀρχόμεθα πάλιν. Οὐ γὰρ τὰ αὐτὰ 54.653 ἐροῦμεν, ἀλλ' ἕτερά τινα νέα καὶ πρόσφατα. Καὶ γὰρ ἐπὶ τῆς αἰσθητῆς τραπέζης ἐξ ἑνὸς ὄψου πολλὰ ἄν τις ἐδέσματα κατασκευάσειε. Καὶ τοὺς χρυσοχόους δὲ ὁρῶμεν ἀπὸ μιᾶς μάζης χρυσίου καὶ ψέλλια, καὶ περιδέῤῥαια, καὶ ἕτερα πολλὰ ποιοῦντας χρυσία. Εἰ γὰρ καὶ μονοειδὴς ἡ ὕλη, ἀλλὰ ποικίλον ἡ τέχνη, καὶ οὐ στενοχωρεῖται τῷ μονοτρόπῳ τῆς ὑποκειμένης οὐσίας εὐπόριστος οὖσα καὶ πολυμήχανος. Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος χάρις. Ὅτι γὰρ ποικίλη ταύτης ἡ τράπεζα, καὶ πολύτροπος, καὶ πολυειδὴς, ἄκουσον τοῦ Παύλου λέγοντος· Ὧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ὁρᾷς πῶς ποικίλη; Οἱ ποταμοὶ πολλοὶ, ἀλλὰ μία, φησὶν, ἡ πηγή· διάφορα τὰ ἐδέσματα, ἀλλ' εἷς ὁ ἑστιάτωρ. Ἐπεὶ οὖν τοσαύτη ἡ τοῦ Πνεύματος χάρις, μὴ ἀποκάμωμεν. Εἴδομεν δὲ αὐτὴν στεῖραν οὖσαν, εἴδομεν αὐτὴν μητέρα γενομένην, εἴδομεν δακρύουσαν, εἴδομεν χαίρουσαν· συνηλγήσαμεν