1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

16

προσέταξε Μωϋσῆς, ἐκ τῆς ἰδίας φυλῆς γυναῖκα λαμβάνειν ἄνδρα, ἵνα μὴ μεταφέρωνται αἱ κληρονομίαι ἀπὸ φυλῆς εἰς φυλήν. Σύνοψις τοῦ ∆ευτερονομίου. Ὡς ἐν κεφαλαίῳ διηγεῖται πάντα τὰ πρῶτα Μωϋσῆς, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τῆς τε τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῆς αὐτῶν κακίας. Περὶ τοῦ μὴ εἰδωλολατρεῖν παραίνεσις. Ἐνταῦθα κεῖται καὶ τὸ, Μὴ προσκυνήσῃς τοῖς ἄστροις, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. Τὸ δὲ, Ἀπένειμε, οὐχ ὅτι αὐτὸς προσέταξεν· ἄπαγε· ἀλλὰ καθώς φησιν ὁ μακάριος Παῦλος· Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, οὐχ ὅτι παρέδωκεν, ἀλλ' ὅτι ἑλομένους αὐτοὺς καὶ ἀνεπιστρόφως ἔχοντας ἀφῆκεν. Οὕτως ἐνταῦθα τὸ, Ἀπένειμεν αὐτοῖς, τουτέστιν, ἑλομένους τὴν πλάνην, καὶ μὴ βουλομένους ἐπιστρέψαι, ἀφῆκεν. Ἐνταῦθα μικρὸν προελθὼν λέγει· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε, ἐὰν ἀποστῆτε ἀπὸ τοῦ Θεοῦ. Εἶτα δείκνυσιν ὅτι οὐδενὶ ταῦτα παρέσχεν ὁ Θεὸς ἅπερ ἐκείνοις. Καὶ ἀφορίζει τρεῖς πόλεις τοῦ Ἰορδάνου εἰς φυγαδευτήριον. Ἔτι τῶν προτέρων αὐτοὺς ὑπομιμνήσκει, καὶ, Ἔφαψαι αὐτὰ ἐπὶ τῶν χειρῶν σου, φησὶ, καὶ ἐπὶ τῶν φλιῶν σου γράψεις, καὶ διδάξεις τὸν υἱόν σου. Εἰπὼν δὲ ἃ συμβήσεται κακὰ ἐὰν παρακούσωσι, παραθαῤῥύνει πρὸς τὸ μὴ δεδοικέναι τοὺς πολεμίους Πάλιν ἀναμιμνήσκει τῶν προτέρων. Ἐνταῦθα κεῖται τὸ, Πρόσεχε σεαυτῷ, ὃ πολλάκις αὐτοῖς καὶ προϊὼν ἐπιλέγει, καὶ παραινεῖ τὰς νίκας μὴ τῇ οἰκείᾳ δυνάμει ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Ἐνταῦθα κεῖται, ὅτι Ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶν ὅπερ ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἔθηκε. Παραινεῖ δὲ ἐν ταὐτῷ Μωϋσῆς μὴ ἐπαίρεσθαι αὐτούς. Οὐ γὰρ διὰ τὴν δικαιοσύνην σου, φησὶν, Ἰσραὴλ, ἐξολοθρευθήσεται τὰ ἔθνη, ἀλλὰ διὰ τὴν ἀσέβειαν αὐτῶν. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς μοσχοποιίας. Ἐνταῦθα δὲ κεῖται· Περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε. Ἐγκωμιάζει τὴν γῆν τῆς ἐπαγγελίας. Ἐνταῦθα κεῖται· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ· καὶ προλέγει τὰ κακὰ παρακούουσι, καὶ τὰ ἀγαθὰ εἰ ὑπακούσειαν. Καὶ κελεύει ἐπ' ὄρος Γαριζὶν δοῦναι τὴν εὐλογίαν, καὶ τὴν κατάραν ἐπ' ὄρος Γεβάλ· ἀπολέσαι τὰ εἴδωλα καὶ τοὺς τόπους αὐτῶν. Κελεύει μὴ πανταχοῦ θυσίας ἀναφέρειν τῷ Θεῷ, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται. Περὶ τοῦ μὴ ζηλοῦν τὰ ἔθνη, μηδέ τινι πείθεσθαι συμβουλεύοντι εἰδωλολατρεῖν, κἂν σημεῖα ποιῇ, μήτε φίλῳ, μήτε ἄλλῳ τινὶ, ἀλλὰ λιθοβολεῖν τὸν παραινοῦντα, κἂν ἀδελφὸς ἦ, κἂν πόλις εἰδωλολατρεύσῃ, πανώλεθρον αὐτὴν ποιεῖν. Τίνα δεῖ ἐσθίειν, καὶ τίνα παραιτεῖσθαι παραινεῖ. Περὶ ἀφέσεως χρεῶν νομοθετεῖ, περὶ ἀφέσεως καὶ 56.335 ἐλευθερίας τῶν δουλευόντων, περὶ πρωτοτόκων, περὶ τοῦ πάσχα. Ἐνταῦθα κεῖται τὸ, Οὐ δυνήσῃ τὸ πάσχα ποιεῖν ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Περὶ τῆς τῶν ἑβδομάδων, περὶ τῆς τῶν σκηνοπηγιῶν, περὶ κριτῶν, περὶ βασιλέων, εἴ ποτε ἔλθοιεν εἰς ἐπιθυμίαν τοῦ βασιλεῦσαί τινα. Περὶ Λευϊτῶν, καὶ ὧν ὀφείλουσι λαμβάνειν. Περὶ τοῦ μὴ δεῖν τοῖς λεγομένοις καθαρισταῖς κεχρῆσθαι, ἢ ἐπαοιδοῖς, ἢ μαντείαις ἢ κληδόσιν, ἢ τοῖς τοιούτοις. Ἐνταῦθα κεῖται τὸ, Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ὡς ἐμέ. Καὶ περὶ τῶν φυγαδευτηρίων πόλεων διατάττεται. Ἐνταῦθα κεῖται, Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Καὶ περὶ τῶν ψευδομαρτυρούντων, τί δεῖ πάσχειν αὐτούς. Ἐπιστάντος πολέμου, λέγει τίνα δεῖ ἐκπέμπειν, καὶ μὴ ἀφιέναι συμπολεμεῖν αὐτοῖς. Παραινεῖ μὴ ἀναιρεῖσθαι τοὺς πολεμίους ὑποπίπτοντας, πλὴν τῶν ἑπτὰ ἐθνῶν. Καὶ τὰς μὲν πόλεις ἁπάσας, ἐπειδὰν ἕλητε, φησὶ, σκυλεύετε, τὰ ἄῤῥενα μόνα ἀναιροῦντες. Ἐκ δὲ τούτων, ὧν τὴν γῆν κληρονομεῖτε, μηδένα ζωγρήσητε ἐμπνέοντα. Καρποφόρα ξύλα μὴ τέμνετε, φησὶν, εἰς τὸ πῆξαι χάρακα ἐν πολιορκίᾳ. Εἴ τις εὑρεθῇ πεφονευμένος, ὁ δὲ φονεύσας μὴ φαίνοιτο, νομοθετεῖ τί δεῖ γίνεσθαι. Ἐὰν δέ τις δύο ἔχων γυναῖκας, τὴν μὲν μισήσῃ, ἀγαπήσῃ δὲ τὴν ἑτέραν, καὶ συμβῇ τὸν τῆς μισουμένης εἶναι πρωτότοκον, μὴ