17
καὶ λύμης κατὰ τὴν γῆν ἐκείνην ὑπαρχούσης. οἱ δὲ τὴν τοῦ θεοῦ νομοθεσίαν αὐτῷ ἐδείκνυον καὶ μετὰ συνέσεως αὐτῷ ἀπεκάλυπτον τῆς εὐλόγου γνώμης 1.196 τὰ καθεξῆς, φήσαντες μὴ δύνασθαι ἐκεῖσε ἔθνος καθέζεσθαι, εἰ μή τι ἂν τὸν νόμον τοῦ θεοῦ τοῦ οὐρανοῦ τὸν διὰ Μωυσέως δοθέντα ἐπιτελέσειεν· εἶναι γὰρ τὸν θεὸν ὑπερασπιστὴν τῆς γῆς, μὴ βούλεσθαι δὲ παραβάσεις ἐν αὐτῇ παρὰ ἐθνῶν ἀλλοφύλων γίνεσθαι εἰδωλολατρείας καὶ τῶν ἄλλων. ὁ δὲ ἐπιμελόμενος καὶ πειθόμενος τῇ τῶν ἀναδιδαξάντων ἀληθεστάτῃ ἑρμηνείᾳ ἀντίγραφον τοῦ νόμου ᾔτησεν. οἱ δὲ ἀφθόνως δεδωκότες μετὰ καὶ τοῦ νόμου Ἔσδραν τινὰ ἱερέα ἀποστέλλουσιν παιδευτὴν τοῦ νόμου ἀπὸ Βαβυλωνίας πρὸς τὸ παιδεῦσαι τοὺς ἐν τῇ Σαμαρείᾳ καθεσθέντας Ἀσσυρίους τοὺς προδεδηλωμένους Κουθαίους καὶ τοὺς ἄλλους τὸν νόμον τὸν Μωυσέως. γίνεται δὲ τοῦτο ἐν τῷ τριακοστῷ ἔτει πλείω ἐλάσσω τῆς τοῦ Ἰσραὴλ καὶ Ἱερουσαλὴμ αἰχμαλωσίας. ἐπαίδευε τοίνυν Ἔσδρας καὶ οἱ μετ' αὐτὸν τὸ γένος τὸ ἐν τῇ Σαμαρείᾳ καὶ ἐκλήθησαν Σαμαρεῖται οἱ τὸν νόμον διὰ τοῦ Ἔσδρα τοῦ ἀπὸ Βαβυλῶνος ἥκοντος ὑποδεξάμενοι. διῆλθεν δὲ χρόνος ἐτῶν τεσσαράκοντα ἄλλων καὶ ἡ αἰχμαλωσία ἀνέθη καὶ ἀνῆλθεν Ἰσραὴλ ἀπὸ τῆς Βαβυλῶνος. 9. Ἔπεισι δὲ θαυμάζειν πῶς συμβέβηκε κατὰ τὰ τέσσαρα ἔθνη καὶ τέσσαρας αἱρέσεις ἐν αὐτῷ τῷ ἔθνει γενέσθαι, φημὶ δὲ πρῶτον Ἐσσηνῶν δεύτερον Γοροθηνῶν τρίτον Σεβουαίων τέταρτον ∆οσιθέων. ἐντεῦθεν ἀρχή μοι γίνεται τῆς τοῦ ἐπαγγέλματος κατὰ αἱρέσεων πραγματείας καὶ τὸ αἴτιον ὅπως * διασαφήσω ἐν βραχεῖ ἐρῶ. τί δέ ἐστιν ἄλλο ἢ ὅτι ὡς ἀπὸ τῆς τῶν γλωττῶν πολυφόρου ἀλλοιοφωνίας φυλαὶ γεγόνασι, κατὰ δὲ ἑκάστην φυλήν τε καὶ πατριαρχίαν ἔθνη διάφορα προέστη, πᾶν δὲ ἔθνος ἑαυτῷ προεστήσατο 1.197 βασιλέα εἰς κεφαλήν, συμβέβηκε δὲ ἀπὸ τούτου πολέμων εἶναι ἔνστασιν καὶ συμπληγάδας ἐθνῶν ἔθνεσι συρρηγνυμένων, ἑκάστου βιαζομένου τὸ ἴδιον θέλημα προτιμᾶσθαι, εἰς ἑαυτὸν δὲ τὰ τῶν πέλας ἀποφέρεσθαι διὰ τὴν ἐν τῷ βίῳ ἐν ἡμῖν πᾶσιν ἀκόρεστον πλεονεξίαν, -οὕτω καὶ ἐν τούτῳ τῷ καιρῷ τῷ προδεδηλωμένῳ μεταπεσούσης τῆς μιᾶς τοῦ Ἰσραὴλ θρῃσκείας καὶ τῆς κατὰ τὸν νόμον γραφῆς εἰς ἕτερα γένη *, φημὶ δὲ εἰς Ἀσσυρίους ἐξ ὧν Σαμαρεῖται οἱ ἐγκάθετοι, συμβέβηκε καὶ τὴν γνώμην διχονοηθῆναι. καὶ λοιπὸν ὥρμησεν ἡ πλάνη καὶ ἡ διχόνοια ὑποσπείρειν ἀπὸ τῆς μιᾶς θεοσεβείας εἰς πολλὰς παραπεποιημένας γνώμας, καθὼς ἑκάστῳ ἔδοξε καὶ ᾠήθη τῷ γράμματι ἐνασκεῖσθαι καὶ φράζειν ἕκαστος κατὰ τὸ ἴδιον θέλημα. Κατὰ Σαμαρειτῶν, ἀπὸ Ἑλληνισμοῦ αἱρέσεως ˉζ, τῆς δὲ ἀκολουθίας ˉθ. 1. Σαμαρεῖται μὲν οὖν ἀρχὴ τῶν αἱρέσεων ἀπὸ γραφῆς θεϊκῆς ὁρμωμένων μετὰ τὰς προειρημένας ἄνευ γραφῆς θεϊκῆς Ἑλληνικὰς αἱρέσεις ἀπ' ἰδίων λογισμῶν ἀνθρώποις † ἐμβροντηθείσας ἀπὸ διανοίας. πᾶν τοίνυν τὸ γένος Σαμαρειτῶν ἐκαλοῦντο. ἑρμηνεύονται δὲ Σαμαρεῖται φύλακες διὰ τὸ ἐν τάξει φυλάκων τετάχθαι ἐν τῇ γῇ ἢ ἀπὸ τοῦ φύλακας αὐτοὺς εἶναι τῆς κατὰ τὸν νόμον Μωυσέως διατάξεως. ἐκαλεῖτο δὲ καὶ τὸ ὄρος ἔνθα ἐκαθέσθησαν Σομόρων, ἅμα δὲ καὶ Σωμήρ, ἀπὸ ἀρχαίου τινὸς Σομόρων υἱοῦ Σωμήρ, οὕτω τοῦ ἀνδρὸς καλουμένου. ἦν δὲ οὗτος ὁ Σομόρων υἱὸς ἑνὸς ἀνδρὸς 1.198 τῶν ἀπὸ γένους τῶν Φερεζαίων καὶ Γεργεσαίων, οἳ κατῴκουν τὸ τηνικαῦτα τὴν γῆν, ἐκ διαδοχῆς ὄντες παῖδες τοῦ Χαναὰν τοῦ τὴν γῆν ταύτην ἁρπάξαντος τὴν νῦν Ἰουδαίαν ἢ Σαμάρειαν καλουμένην, οὖσαν τῶν υἱῶν Σήμ, μὴ οὖσαν δὲ αὐτῶν ἰδίαν διὰ τὸ αὐτὸν τὸν Χαναὰν εἶναι υἱὸν τοῦ Χὰμ πατραδέλφου τοῦ Σήμ. καὶ συμβέβηκε τὸ ὄνομα ἐκ διαφόρων προφάσεων καλεῖσθαι Σαμαρείτας ἔκ τε τοῦ Σωμὴρ ἔκ τε τοῦ Σομόρων ἔκ τε τοῦ φυλάττειν τὴν γῆν ἔκ τε τοῦ φυλάττειν τὰ παιδεύματα τοῦ νόμου.