17
τότε, συνησθῶμεν σήμερον. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Τοῦτο δὲ οὐκ ἐπὶ τῶν συνακμασάντων ἡμῖν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πάλαι γεγενημένων ποιεῖν χρή. Καὶ μή μοι λεγέτω τις· Ναὶ τί μοι κέρδος ἀπὸ τῆς Ἄννης ἔσται, καὶ τῶν ταύτης διηγημάτων; Αἵ τε γὰρ στεῖραι δυνήσονται μαθεῖν, πῶς ἂν γένοιντο μητέρες· καὶ αἱ μητέρες εἴσονται πάλιν, ποῖος παιδοτροφίας ἄριστος ἂν γένοιτο τρόπος. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες μέγιστα ἀπὸ τῆς ἱστορίας ταύτης καρπώσονται, παιδευθέντες ἡμέρως πρὸς τὰς αὐτῶν διακεῖσθαι γυναῖκας, κἂν ἀπαιδίαν νοσῶσι, καθάπερ ὁ Ἐλκανὰ πρὸς τὴν Ἄνναν διέκειτο. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον τούτου μεῖζον κερδανοῦσι, μαθόντες ὅτι δεῖ τοὺς γονεῖς ἅπαντας τῷ Θεῷ τὰ τεχθέντα τρέφειν παιδία. Μὴ τοίνυν, ἐπειδὴ χρήματα καὶ ἀργύριον οὐκ ἔστι λαβεῖν ἀπὸ τοῦ διηγήματος, ἀνόνητον ἡμῖν εἶναι τὴν ἀκρόασιν νομίζωμεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο κερδαλέαν καὶ ὠφέλιμον, ἐπειδὴ οὐ χρυσίον καὶ ἀργύριον, ἀλλ' ὃ πολλῷ μεῖζον τούτων ἐστὶ, ψυχῆς εὐλάβειαν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς ἡμῖν δείκνυσι θησαυροὺς, καὶ διδάσκει πῶς ἅπαντα διακρουσόμεθα κίνδυνον. Χρήματα μὲν γὰρ παρασχεῖν καὶ ἀνθρώποις ῥᾴδιον· διορθῶσαι δὲ φύσιν, καὶ ἀθυμίαν λῦσαι τοιαύτην, καὶ ὀδύνην ἀνελεῖν, καὶ ψυχὴν ἀναστῆσαι καταπίπτειν μέλλουσαν, ἀνθρώπῳ μὲν οὐδενὶ, τῷ δὲ τῆς φύσεως ∆εσπότῃ μόνῳ δυνατόν. Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι· νυνὶ δὲ ὁρῶσα Ἄνναν ἑστῶσαν ἐν τῷ μέσῳ, καὶ τὸ πάθος αὐτῆς ἐξηγουμένην, καὶ τὸ φάρμακον λέγουσαν, καὶ τὸν ἰατρὸν δεικνύουσαν χωρὶς ἱκετηρίας, χωρὶς παρακλήσεως, οὐ προσελεύσῃ καὶ λήψῃ τὸ φάρμακον, οὐδὲ ἀκούσῃ τῆς ἱστορίας μετ' ἀκριβείας ἁπάσης; Καὶ τίνος δυνήσῃ ποτὲ ἐπιτυχεῖν ἀγαθοῦ; Ἀλλ' ἕτεροι μὲν καὶ πελάγη 54.654 διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπέμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως ἀπαλλαγήσονται τοῦ νοσήματος· σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν· καὶ τί λέγω τὴν ὑπερορίαν; οὐδὲ αὐτὸν μὲν οὖν τὸν οὐδὸν ἀναγκαζομένη τῆς οἰκίας ὑπερβῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ δυναμένη τῷ θαλάμῳ συγγενέσθαι τῷ ἰατρῷ, καὶ χωρὶς μεσίτου τινὸς αὐτῷ διαλεχθῆναι περὶ πάντων ὧν ἂν ἐθέλῃς Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν, ἀναβάλλῃ καὶ ὀκνεῖς; Καὶ ποίαν ἕξεις ἀπολογίαν; τίνος ἀπολαύσῃ συγγνώμης, ὅταν καὶ εὔκολον καὶ πανταχόθεν ῥᾳδίαν τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὑρεῖν δυναμένη, ῥᾳθυμῇς, καὶ τὴν σαυτῆς σωτηρίαν προδιδῷς; Οὐ γὰρ δὴ μόνον στείρωσιν ὁ ἰατρὸς οὗτος, ἀλλὰ καὶ πᾶν ὁτιοῦν νόσημα καὶ ψυχῆς καὶ σώματος θεραπεῦσαι δύναται, θελήσας μόνον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι χωρὶς πόνου, καὶ ἀποδημίας, καὶ δαπάνης, καὶ μεσιτῶν, ἀλλ' ὅτι καὶ χωρὶς ἀλγηδόνος τὴν ἰατρείαν ποιεῖται. Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦσιν· ἀλλ' ἀρκεῖ νεῦσαι μόνον, καὶ πᾶσα μὲν ἀθυμία, πᾶσα δὲ ὀδύνη, καὶ πάθος ἅπαν δραπετεύει καὶ φυγαδεύεται. βʹ. Μὴ τοίνυν ἀμελῶμεν, μηδὲ ἀναβαλλώμεθα, κἂν πένητες ὦμεν καὶ εἰς ἐσχάτην καταπεπτωκότες ἔνδειαν. Οὐδὲ γὰρ χρήματά ἐστι καταβαλεῖν, ἵνα πενίαν προβαλλώμεθα. Οὐ γὰρ ἀργύριον οὗτος ὁ ἰατρὸς ἀπαιτεῖ τὸν μισθὸν, ἀλλὰ δάκρυα, καὶ εὐχὰς, καὶ πίστιν. Κἂν ταῦτα ἔχων πρὸς αὐτὸν ἔλθῃς, λήψῃ πάντως, ὅπερ ἂν αἰτήσῃς, καὶ ἀπελεύσῃ μετὰ πολλῆς τῆς εὐφροσύνης. Καὶ τοῦτο μὲν πολλαχόθεν ἔξεστι μαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῆς γυναικὸς ταύτης· οὐ γὰρ χρυσίον καὶ ἀργύριον καταβαλοῦσα, ἀλλ' εὐχὴν καὶ πίστιν