1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

17

προτιμείσθω αὐτοῦ ὁ τῆς ἠγαπημένης. Περὶ υἱοῦ ἀπειθοῦς. Ἐνταῦθα κεῖται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν ἔκειτο κατάρα τοῖς μὴ φυλάσσουσι τὸν νόμον, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· περὶ τοῦ νόμου λέγων Μωϋσῆς· καὶ τὴν κατάραν ἐκείνην οὐκ ἐνῆν λαβεῖν τὸν Χριστόν· ἐπλήρωσε γὰρ τὸν νόμον, κατάραν κατάρας ἀντηλλάξατο κρεμασθεὶς ἐπὶ ξύλου. Περὶ τοῦ μὴ δεῖν μηδὲ τῶν ἐχθρῶν τὰ ἄλογα παρορᾷν, καὶ ἕτερα νομοθετεῖ, καὶ περὶ γαμικῶν διαλέγεται νόμων, καὶ τιμωρίας τίθησι κατὰ τῶν ὑβριζόντων εἰς παρθένους. Τίνας κωλύει μὴ εἰσιέναι εἰς ἐκκλησίαν, καὶ περὶ ἑτέρων νομοθετεῖ, καὶ περὶ τοῦ μὴ λαβεῖν τόκον. Περὶ τοῦ μὴ χρονίζειν ἐν ταῖς τῶν εὐχῶν ἀποδόσεσι, ἀλλ' ὅπερ ἄν τις εὔξηται, εὐθέως ἀποτελεῖν. Περὶ τῆς γυναικὸς τῆς λαμβανούσης βιβλίον ἀποστασίου, περὶ ἐνεχύρων, περὶ κλοπῆς, περὶ μισθοῦ μισθωτοῦ, περὶ ὀρφανοῦ, περὶ χήρας, περὶ τοῦ καταλιμπάνειν σταχυολογεῖν καὶ ῥαγολογεῖν τοῖς πένησιν. Ἐνταῦθα κεῖται περὶ τοῦ μὴ δεῖν πλέον τεσσαράκοντα λαμβάνειν τὸν ἐγκαλούμενον περὶ ἀδικίας τινός. Καὶ περὶ τοῦ μὴ φιμοῦν βοῦν ἀλοῶντα, καὶ περὶ τοῦ ἐγείρειν σπέρμα τῷ τεθνεῶτι ἀδελφῷ τὸν ὑπολειπόμενον, καὶ τί πείσεται εἰ μὴ βούλοιτο ἐγεῖραι. Περὶ σταθμῶν, περὶ μέτρων. Περὶ τοῦ ἐξολοθρεῦσαι τὸν Ἀμαλήκ. Περὶ ἀπαρχῶν, περὶ φιλανθρωπίας τῆς εἰς 56.336 χήρας καὶ ὀρφανούς. Ἐντεῦθεν λοιπὸν αἱ κατάραι καὶ εὐλογίαι, αἱ μὲν παρακούουσιν, αἱ δὲ πειθομένοις. Καὶ μακρὸν ἀποτείνει λόγον περὶ τῶν μελλόντων αὐτοὺς διαδέχεσθαι κακῶν. Τοῦτο συνέβη ἐπὶ Ἀσσυρίων καὶ Βαβυλωνίων. Τὸ δὲ τοὺς υἱοὺς φαγεῖν, ἐν πολιορκίαις ἐξέβη. Καὶ αὐτοῦ μέμνηται ἐνταῦθα περὶ τοῦ Χριστοῦ. Ἔσται, φησὶν, ἡ ζωή σου κρεμαμένη πρὸ ὀφθαλμῶν σου. Ἐνταῦθα κεῖται, Μή τις ῥίζα πικρίας, οὗ καὶ ὁ Παῦλος ἐμνημόνευσεν ἐν τῇ πρὸς Ἑβραίους. Ἐνταῦθα κεῖται, Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν. Ὅτι ἡ ἐντολὴ αὐτοῦ, φησὶν, οὐκ ἔσται ὑπέρογκος. Οὐκ ἐν τῷ οὐρανῷ, ἵνα εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; οὐδὲ πέραν τῆς θαλάσσης, ἀλλ' ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου. Ταῦτα περὶ τῆς νομικῆς ἐντολῆς εἰρημένα εἵλκυσεν εἰς τὴν πίστιν τὴν εἰς Χριστὸν ὁ Παῦλος· ∆ιαμαρτύρομαι ὑμῖν, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν, ὥστε ἀγαπᾷν τὸν Θεόν. Τότε καλεῖ τὸν Ἰησοῦν τὸν Ναυῆ, καὶ ἐντέλλεται ἡγεῖσθαι τοῦ λαοῦ, καὶ μὴ φοβεῖσθαι τοὺς πολεμίους, Θεὸν ἔχοντας βοηθόν. Καὶ παραινεῖ, ὥστε ἐν ταῖς σκηνοπηγίαις παντὶ τῷ λαῷ τὸν νόμον ἀναγινώσκεσθαι. Προλέγει τῷ Μωϋσῇ ὁ Θεὸς, ὅτι μετὰ θάνατον αὐτοῦ ὁ λαὸς εἰδωλολατρήσει, καὶ κολασθήσεται. Ἔστω οὖν, φησὶν, ἡ ᾠδὴ αὕτη καταμαρτυροῦσα αὐτῶν. Οὐ γάρ ποτε λήσονται αὐτῆς. Καὶ ἔγραψε Μωϋσῆς τὴν ᾠδὴν, καὶ προεῖπεν αὐτοῖς, ὅτι ἀνομήσουσιν. Ἐνταῦθα κεῖται· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει. Κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, ὃ καὶ Ναβαὶ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν ἐπαγγελίας· καὶ εὐλογήσας ἑκάστην φυλὴν, ἐτελεύτησε· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Ἐνταῦθα ἐτελειώθησαν τὰ πέντε βιβλία Μωϋσέως, ἃ μόνα ἐδέξαντο οἱ Σαμαρῖται. Σύνοψις τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Κελεύεται Ἰησοῦς διατάττειν τῷ λαῷ, τῷ τε νόμῳ τοῦ Θεοῦ προσέχειν. Πέμπει κατασκόπους· εἰσῆλθον εἰς τὴν Ἱεριχώ. Ἀκούσας ὁ βασιλεὺς τῆς πόλεως, ἔπεμψε, ζητῶν τοὺς ἄνδρας παρὰ Ῥαὰβ τῇ πόρνῃ τῇ ὑποδεξαμένῃ. Ἡ δὲ ἔκρυψε τοὺς κατασκόπους. Καὶ ἀντὶ ταύτης τῆς χάριτος ᾔτησε τὴν σωτηρίαν τῆς οἰκίας αὐτῆς, ὅταν ἡ πόλις ληφθῇ· οἱ δὲ ἐπένευσαν. Καὶ ἀπελθόντες ἀπήγγειλαν τὰ γενόμενα. Παραγγέλλει τῷ λαῷ, ὥστε διαβῆναι τὸν Ἰορδάνην, καὶ διέβησαν ἐπὶ ξηρᾶς, καὶ λίθους ἔστησαν ἐν τῇ στρατοπεδείᾳ δώδεκα. Ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης, ὅτι διὰ ξηρᾶς διέβησαν τὸν Ἰορδάνην, κατετάκησαν, καὶ κατεπλάγησαν. Τότε Ἰησοῦς προσταχθεὶς μαχαίραις πετρίναις περιτέμνει τοὺς Ἰουδαίους. Ἐπεὶ τεσσαράκοντα ἔτη ἀνέστραπτο Ἰσραὴλ ἐν