1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

18

καὶ δάκρυα, ὅπερ ᾔτησε λαβοῦσα, οὕτως ἀπῆλθε. Μὴ τοίνυν νομίζωμεν ἀκερδὲς ἡμῖν εἶναι τὸ διήγημα· Ταῦτα γὰρ ἐγράφη, φησὶ, πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἀλλὰ προσέλθωμεν αὐτῇ, καὶ μάθωμεν, πῶς ἐλύθη τὸ νόσημα, καὶ τί μετὰ τὸ λυθῆναι πάλιν ἐποίησε, καὶ πῶς ἐχρήσατο τῷ δοθέντι δώρῳ παρὰ τοῦ Θεοῦ. Ἐκάθισε, φησὶ, καὶ ἐθήλασε τὸν Σαμουήλ. Ὅρα πῶς ἑώρα τὸ παιδίον ἐκεῖνο λοιπὸν οὐχ ὡς παιδίον μόνον, ἀλλὰ καὶ ὡς ἀνάθημα· καὶ διπλοῦν αὐτῇ τὸ φίλτρον ἐγίνετο, τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τῆς χάριτος. Ἐμοὶ δὲ δοκεῖ καὶ αἰδεῖσθαι τὸ παιδίον τὸ ἑαυτῆς· καὶ εἰκότως. Εἰ γὰρ φιάλας καὶ ποτήρια χρυσᾶ μέλλοντές τινες ἀνατιθέναι τῷ Θεῷ, ἐπειδὰν κατασκευασθέντα λάβωσι, καὶ πρὸ τῆς ἡμέρας ἀποθῶνται οἴκοι, οὐχ ὡς κοινὰ λοιπὸν ὁρῶσι σκεύη, ἀλλ' ὡς ἀναθήματα, καὶ οὐδὲ τολμῶσιν ἁπλῶς καὶ εἰκῆ τούτων ἅψασθαι, καθάπερ καὶ τῶν λοιπῶν· 54.655 πολλῷ μᾶλλον ἡ γυνὴ μετὰ τοιαύτης τῷ παιδίῳ γνώμης προσέχουσα, καὶ πρὶν εἰς τὸν ναὸν εἰσαγαγεῖν, καὶ ἐφίλει μειζόνως ἢ ὡς παιδίον, καὶ ἐθεράπευεν ὡς ἀνάθημα, ἁγιάζεσθαι δι' ἐκείνου νομίζουσα· καὶ γὰρ ἡ οἰκία αὐτῆς ναὸς ἐγένετο, τὸν προφήτην ἔνδον ἔχουσα καὶ τὸν ἱερέα. Οὐκ ἐξ ὧν ὑπέσχετο δὲ μόνον αὐτὸν, ἀλλὰ καὶ ἐξ ὧν οὐκ ἐτόλμησεν ἐπιβῆναι τοῦ ναοῦ, πρὶν ἢ τῆς γαλακτοτροφίας ἀπαγαγεῖν αὐτὸν, τὴν εὐλάβειαν αὐτῆς ἔστιν ἰδεῖν. Εἶπε γὰρ, φησὶ, τῷ ἀνδρὶ αὐτῆς· Οὐκ ἀναβήσομαι, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον μετ' ἐμοῦ· ὅταν δὲ ἀπογαλακτίσω αὐτὸ, ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθίσεται ἐκεῖ ἕως αἰῶνος. Ὁρᾷς; Ἀφεῖναι ἐπὶ τῆς οἰκίας, καὶ ἀνελθεῖν, οὐκ ἐνόμιζεν εἶναι ἀσφαλές· μετὰ γὰρ τὴν τοῦ δώρου δόσιν, οὐκ ἠνείχετο χωρὶς τοῦ δώρου φανῆναι· ἀναγαγοῦσα δὲ πάλιν, καὶ λαβοῦσα αὐτὸ, κατελθεῖν ἐδεδοίκει. ∆ιὰ τοῦτο ἔμεινε χρόνον τοσοῦτον, ὥστε μετὰ τοῦ δώρου φανῆναι. Καὶ ἀνήγαγεν οὖν, καὶ κατέλιπε, καὶ οὔτε ἐκεῖνος τῆς θηλῆς ἀποσπασθεὶς ἐδυσχέρανεν· ἴστε δὲ πῶς ἀσχάλλειν εἴωθε τὰ παιδία τῆς γαλακτοτροφίας ἀπαγόμενα· ἀλλ' οὔτε ἐκεῖνος ἤσχαλλε τῆς μητρὸς ἀποσπώμενος, ἀλλὰ πρὸς τὸν ∆εσπότην ἔβλεπε, τὸν καὶ ἐκείνην ποιήσαντα μητέρα, οὔτε αὕτη ἤλγει τοῦ παιδίου χωριζομένη· τὴν γὰρ ἀπὸ τῆς φύσεως συμπάθειαν μεσιτεύουσα ἡ χάρις ἐνίκησε, καὶ συνεῖναι ἀλλήλοις ἐδόκουν. Καὶ καθάπερ ἄμπελος ἐν ἑνὶ ἱδρυμένη χωρίῳ, μέχρι πολλοῦ προάγει τὰ κλήματα, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος κρεμάμενος ὁ βότρυς τῇ ῥίζῃ συγγίνεται· οὕτω δὴ καὶ ἐπὶ ταύτης ἐγένετο τῆς γυναικός. Μένουσα γὰρ ἐπὶ τῆς πόλεως, τὸ κλῆμα αὐτῆς ἐξέτεινεν ἕως τοῦ ναοῦ, κἀκεῖ τὸν βότρυν ἐκρέμασεν ὥριμον· καὶ οὐδὲν τὸ διάστημα τοῦ τόπου διεκώλυσε, τῆς κατὰ Θεὸν ἀγάπης συναπτούσης τῇ μητρὶ τὸ παιδίον. Εἰ γὰρ καὶ ἄωρος ἡ ἡλικία, ἀλλ' ὥριμος ἦν αὐτῷ ἡ ἀρετὴ, καὶ τοῖς ἀναβαίνουσιν εἰς τὸν ναὸν διδάσκαλος πᾶσιν ἐγίνετο θεοσεβείας πολλῆς. Περιεργαζόμενοι γὰρ καὶ μανθάνοντες τῆς γεννήσεως αὐτοῦ τὸν τρόπον, ἀρκοῦσαν ἐλάμβανον παράκλησιν, τὴν εἰς τὸν Θεὸν ἐλπίδα. Καὶ οὐδεὶς ὁρῶν τὸ παιδίον, σιγῇ κατῄει, ἀλλὰ πάντες ἐδόξαζον τὸν παρ' ἐλπίδας αὐτὸ δεδωκότα. ∆ιὰ ταῦτα ὁ Θεὸς ἀνεβάλετο τὸν τόκον, ὥστε ἐπιτεῖναι ταύτην τὴν ἡδονὴν, ὥστε περιφανεστέραν τὴν γυναῖκα ποιῆσαι. Οἱ γὰρ τὴν συμφορὰν αὐτῆς ἐπιστάμενοι, μάρτυρες ἐγίνοντο τῆς τοῦ Θεοῦ χάριτος· ὥστε τὸ πολὺν αὐτὴν ἐν ἀπαιδίᾳ μεῖναι χρόνον γνωριμωτέραν τε πᾶσιν ἐποίησε, καὶ παρὰ πάντων αὐτὴν μακαρίζεσθαι καὶ θαυμάζεσθαι, καὶ τὸν Θεὸν εὐχαριστεῖσθαι δι' αὐτῆς παρεσκεύασε. Ταῦτα δὲ λέγω, ἵνα κἂν ἡμεῖς ἴδωμεν ἁγίας γυναῖκας ἐν ἀπαιδίᾳ οὔσας, ἢ ἐν ἄλλῳ τινὶ δεινῷ τοιούτῳ, μὴ δυσχεραίνωμεν, μηδὲ ἀσχάλλωμεν, μηδὲ λέγωμεν πρὸς ἑαυτούς· Τί δήποτε περιεῖδεν ὁ Θεὸς μετ' ἀρετῆς τοσαύτης ζῶσαν γυναῖκα, καὶ παιδίον αὐτῇ οὐκ ἔδωκεν; Οὐ γὰρ περιορῶντος ταῦτά ἐστιν, ἀλλ' εἰδότος τὸ συμφέρον ἡμῖν ἡμῶν αὐτῶν ἀκριβέστερον. Ἀνῄει τοίνυν εἰς τὸν ναὸν, καὶ τὸ ἀρνίον εἰς τὴν ποίμνην, καὶ τὸν μόσχον εἰς τὴν ἀγέλην εἰσήγαγε, καὶ εἰς τὸν λειμῶνα τὸ ῥόδον τὸ ἀκανθῶν ἀπηλλαγμένον, ῥόδον οὐδέποτε μαραινόμενον, ἀλλὰ διηνεκῶς ἀνθοῦν, καὶ πρὸς αὐτὸν δυνάμενον ἀναδραμεῖν τὸν