19
ξένης ἔλθωσι ὡς μεμιασμένοι δῆθεν· ὕδατι σὺν ἱματίοις βαπτιζόμενοι, ἐπὰν ἅψωνται ἑτέρου τῶν ἀλλοεθνῶν. μιασμὸν γὰρ ἡγοῦνται τό τινος ἅψασθαι ἤτοι θιγεῖν ἄλλου τινὸς ἀνθρώπου ἀπὸ ἄλλου δόγματος. πολλὴ δὲ ἡ τούτων φρενοβλάβεια. 4. Πῶς δὲ εὐθυέλεγκτος ἡ αὐτῶν ἄνοια γίνεται, ἐπίστησον τὸν νοῦν, ὦ θαυμασιώτατε, καὶ εἴσῃ. νεκρὸν μὲν γὰρ εὐθέως βδελύττονται, αὐτοὶ νεκροὶ ὄντες τοῖς ἔργοις. μαρτυροῦσι γὰρ οὐ μία μαρτυρία, ἀλλὰ πολλαὶ τῷ μὴ εἶναι τὸν νεκρὸν ἐβδελυγμένον, ἀλλ' ὅτι αἰνιγματωδῶς ὁ νόμος ἔλεγεν. οὐκέτι γὰρ δύο ἢ τρεῖς μαρτυρίαι εἰς τοῦτο ἡμῖν ἐπιμαρτυροῦσιν, ἀλλὰ μυριάδες ἑξήκοντα δύο αἱ ἠριθμημέναι ἐν τῇ ἐρήμῳ * καὶ ἄλλαι τοσαῦται καὶ ἐπέκεινα καὶ ἔτι πολὺ πλείους αἱ τῇ σορῷ τοῦ Ἰωσὴφ ἐπακολουθοῦσαι τῇ διὰ τεσσαράκοντα 1.201 ἐτῶν βασταζομένῃ ἐν ὅλῃ τῇ παρεμβολῇ καὶ μὴ βδελυττομένῃ μήτε μολυνούσῃ. ἔλεγε δὲ τὰ ἀληθῆ ὁ νόμος, ὅτι «ἐάν τις ἅψηται τοῦ νεκροῦ, μένει βέβηλος ἕως ἑσπέρας καὶ λούσεται ὕδατι καὶ καθαρισθήσεται». ἦν δὲ τοῦτο αἰνιττόμενος εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νέκρωσιν κατὰ τὸ ἔνσαρκον αὐτοῦ πάθος. ἀπὸ γὰρ τοῦ «τοῦ» ἄρθρου τοὔνομα τῆς διακρίσεως ἔστιν σημᾶναι. ὅπου γὰρ τὸ ἄρθρον κεῖται, ἐπὶ ἑνί τινι ὡρισμένῳ καὶ διαφανεστάτῳ ἐστὶν ἡ βεβαίωσις διὰ τὸ ἄρθρον· ἄνευ δὲ τοῦ ἄρθρου ἐπὶ ἑνός του τυχόντος ἀορίστως ἐστὶ ληπτέον· ὡς οἷον εἰπεῖν ἐὰν εἴπωμεν βασιλεύς, ὄνομα μὲν ἐσημάναμεν, ἀλλ' οὐ τηλαυγῶς τὸν ὁριζόμενον ἐδείξαμεν· βασιλέα γὰρ λέγομεν καὶ Περσῶν καὶ Μήδων καὶ Ἐλαμιτῶν. ἐὰν δὲ μετὰ προσθήκης τοῦ ἄρθρου εἴπωμεν ὁ βασιλεύς, ἀναμφίβολόν ἐστι τὸ σημαινόμενον· ὁ γὰρ βασιλεὺς ὁ ζητούμενος ἢ ὁ λεγόμενος ἢ ὁ γινωσκόμενος ἢ ὁ τοῦ τινος βασιλεύων διὰ τοῦ ἄρθρου ὑποδείκνυται. καὶ ἐὰν εἴπωμεν θεὸς ἄνευ τοῦ ἄρθρου, τὸν τυχόντα εἴπαμεν θεὸν τῶν ἐθνῶν ἢ θεὸν τὸν ὄντα. ἐὰν δὲ εἴπωμεν ὁ θεός, δῆλον ὡς ἀπὸ τοῦ «ὁ» ἄρθρου τὸν ὄντα σημαίνομεν, ἀληθῆ τε καὶ γινωσκόμενον, ὡς καὶ ἄνθρωπος καὶ ὁ ἄνθρωπος. καὶ εἰ μὲν ἔλεγεν ὁ νόμος «ἐὰν ἅψησθε νεκροῦ», κατὰ πάντων ἐξεφέρετο ἡ ψῆφος καὶ ἁπλῶς ἐπὶ παντὸς νεκροῦ ἦν ἐπικειμένη ἡ τοῦ ζητήματος λέξις· ὁπότε δὲ λέγει «ἐὰν ἅψηταί τις τοῦ νεκροῦ», ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγήν, φημὶ δὲ ἐπὶ τὸν κύριον, ὡς ἄνω μοι προδεδήλωται. ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ἄρα ὁ νόμος διὰ τοὺς μέλλοντας χεῖρας ἐπιβάλλειν ἐπὶ τὸν Χριστὸν καὶ σταυρῷ παραδιδόναι, ὅτι χρείαν εἶχον οὗτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο φῶς διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος, τοῦ «λουτροῦ τῆς παλιγγενεσίας»· ὡς καὶ ἐπιμαρτυρεῖ μοι ἐνταῦθα Πέτρος λέγων τοῖς Ἰσραηλίταις τοῖς ἐν Ἱεροσολύμοις τοῖς λέγουσιν αὐτῷ «τί ποιήσωμεν, 1.202 ἄνδρες ἀδελφοί;», διὰ τὸ εἰρηκέναι αὐτὸν αὐτοῖς ὅτι «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε»· καὶ κατανυγεῖσι τὴν καρδίαν εἶπε «μετανοήσατε, ἄνδρες ἀδελφοί, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ ἀφεθήσονται ὑμῖν αἱ ἁμαρτίαι καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος». οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ νεκροῦ, ἀλλὰ περὶ ὁριζομένου λέγει ὁ νόμος. περὶ γὰρ οὐχ ὁριζομένου ἄλλως ἐκδίδοται· λέγει γὰρ ὅτι «ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος», ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς ἁμαρτίας ὅτι ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὖς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα. διὸ καὶ ὁ προφήτης λέγει «ἀνέβη θάνατος διὰ τῶν θυρίδων», καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει· ἢ γὰρ κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια,