20
βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι' ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι' αὐτῶν ἁμαρτήσαιμεν. ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. καὶ οὐ γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ. ἐνεταφίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο, ἀλλ' οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος. 5. καὶ δέδια πάλιν μὴ εἰς μῆκος ἐλάσω τὴν τοῦ ζητήματος ἐπίλυσιν. ἀφ' ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται τῷ σοφῷ τὸ σοφισθῆναι ἐν κυρίῳ κατὰ τῶν δι' ἐναντίας. εἰ δὲ καὶ περὶ τοῦ πνεύματος ἔσται μοι ἐν ἐπιτομῇ τὸ λέγειν, οὐκ ὀκνήσαιμι ἄν. 1.203 διαρρήδην τοίνυν εὐθὺς ὁ κύριος λέγει τῷ Μωυσῇ «ἀνάγαγέ μοι εἰς τὸ ὄρος ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σοὶ πνεύματος καὶ ἐκχεῶ ἐπ' αὐτοὺς καὶ ἀντιλήψονταί σου». περὶ δὲ τοῦ υἱοῦ ὅπως γνῶμεν, ὁ πατὴρ λέγει «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»· τὸ δὲ «ποιήσωμεν» οὐχ ἑνός ἐστι σημαντικόν, καί «ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ καὶ θεῖον παρὰ κυρίου ἀπ' οὐρανοῦ». περὶ δὲ προφητῶν *, ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι μόνη ἡ πεντάτευχος καὶ οὐκέτι ἄλλαι γραφαί, ἐστοίχησάν τε μόνῃ τῇ πεντατεύχῳ καὶ οὐχὶ τῇ ἀκολουθίᾳ. κἄν τε δὴ αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ περὶ ∆αυὶδ καὶ Ἠσαΐα καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ προαχθείσῃ παρ' αὐτοῖς ἀπὸ τῶν ἰδίων πατέρων. καὶ ἕως ὧδε ἔστω μοι ἡ περὶ Σαμαρειτῶν ὑφήγησις, ἐν βραχεῖ μὲν τῷ λόγῳ εἰρημένη, δι' ὃν προορῶμεν φόβον μὴ ἐκτεῖναι εἰς πλάτος τὴν ὑπόσχεσιν τῆς συντάξεως. Κατὰ Ἐσσηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως ˉα, τῆς δὲ ἀκολουθίας ˉι. Εἰς τέσσαρας μὲν οὗτοι αἱρέσεις ἐτμήθησαν, τὰ ἴσα φρονοῦντες ἀλλήλοις περὶ περιτομῆς καὶ σαββάτου καὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ, ἐν βραχεῖ δὲ καὶ ἐν τινὶ ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας διαφέρεται, πλὴν τῶν ∆οσιθέων μόνον. ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν ὑπερβαλλόμενοι· μετὰ τούτους Γοροθηνοὶ διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι, ἐπειδήπερ ἀντιλογία τις 1.204 ἀνὰ μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ Ἐσσηνῶν καὶ Γοροθηνῶν. ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον· ὁ νόμος ἐκέλευεν ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱεροσόλυμα, πολλάκις μὲν οὖν καὶ κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, κατά τε τὸν τῶν Ἀζύμων καὶ κατὰ Πεντηκοστὴν καὶ κατὰ Σκηνοπηγίαν. ᾤκουν δὲ Ἰουδαῖοι διεσπαρμένοι καὶ ἐν τοῖς τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτῶν τὴν ὁδοιπορίαν ποιεῖσθαι διερχομένοις εἰς τὴν Ἱερουσαλήμ. ἐπεὶ οὖν συνετύγχανον ἐν ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐντεῦθεν συμπληγάδες ἐγίνοντο· ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ἱερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις καὶ συνοικοδομῆσαι καὶ ἀποτραπέντων παρ' αὐτοῦ τοῦ Ἔσδρα καὶ τοῦ Νεεμία· Κατὰ Σεβουαίων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως ˉβ, τῆς δὲ ἀκολουθίας ˉιˉα. τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν ἑορτῶν τῶν προειρημένων, τὸ πρῶτον μὲν κατὰ ὀργὴν τοῦ Ἔσδρα, δεύτερον δὲ διὰ τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων. τάττουσι δὲ οὗτοι τὸν νέον μῆνα τῶν Ἀζύμων μετὰ τὸ νέον ἔτος, ὅπερ γίνεται ἐν τῷ μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ Ῥωμαίοις καλεῖται Μεσορὶ δὲ παρ' Αἰγυπτίοις Γορπιαῖος δὲ παρὰ Μακεδόσι παρ' Ἕλλησι δὲ Ἀπελλαῖος. ἀπεντεῦθεν οὗτοι ἀρχὴν τοῦἔτους ποιοῦνται καὶ εὐθὺς τὰ Ἄζυμα ἐπιτελοῦσιν, ἐν δὲ τῷ μετο1.205 πώρῳ τὴν Πεντηκοστὴν