1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

20

ἠδυνήθην γενέσθαι μήτηρ, ἀλλὰ συνέκλεισέ μου ὁ Θεὸς τὴν μήτραν, καὶ θλιβομένην ὁρῶν οὐκ ἠλέησεν. Οὐδὲν τούτων εἶπεν, ἀλλὰ σιγήσασα τῆς συμφορᾶς τὸ εἶδος, ὅτι ἀθυμεῖ μόνον ἐδήλωσεν, εἰποῦσα, ὅτι Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι· καὶ οὐδ' ἂν τοῦτο ἐφθέγξατο, εἰ μὴ ὁ ἱερεὺς ἠνάγκασε, μεθύειν ὑποπτεύσας αὐτήν. Ἐπειδὴ δὲ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτησιν ὁ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν τῷ ἱερεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαβεῖν, ὥσπερ τότε τῆς εὐχῆς ἔλαβε· καί φησιν· Ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ' αὐτοῦ. Καὶ νῦν κιχρῶ αὐτὸν τῷ Κυρίῳ. Ὅρα πῶς μετριάζει. Μὴ νομίσῃς με μέγα τι καὶ θαυμαστὸν ποιεῖν, φησὶν, ὅτι τὸ παιδίον ἀνατίθημι· οὐκ ἐγὼ κατῆρξα τοῦ κατορθώματος, ἀλλ' ὀφειλὴν ἀποδίδωμι. Παρακαταθήκην γὰρ ἔλαβον, καὶ ταύτην ἀποκαθίστημι τῷ δεδωκότι. Καὶ ταῦτα τὰ ῥήματα λέγουσα, καὶ ἑαυτὴν ἀνετίθει μετὰ τοῦ παιδίου, καθάπερ σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν ἑαυτὴν ἀναδήσασα. δʹ. Εἰ γὰρ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ, πολλῷ μᾶλλον ὅπου τὸ παιδίον τῆς γυναικὸς, ἐκεῖ καὶ ἡ διάνοια τῆς μητρὸς ἦν, καὶ ἡ γαστὴρ αὐτῆς εὐλογίας ἐπληροῦτο πάλιν. Ἐπειδὴ γὰρ ταῦτα εἶπε τὰ ῥήματα, καὶ ηὔξατο, ἄκουσον τί φησιν ὁ ἱερεὺς πρὸς τὸν Ἐλκανά· Ἀνταποδῷ σοι Κύριος σπέρμα ἕτερον ἀπὸ τῆς γυναικὸς ταύτης, ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. Παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἔλεγεν, Ἀνταποδῷ σοι· ἀλλὰ τί; ∆ῴη σοι πᾶν αἴτημά σου. Ἐπειδὴ δὲ ὀφειλέτην κατέστησε τὸν Θεὸν, Ἀνταποδῷ σοι, λέγει, χρηστὰς περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Εἰ γὰρ οὐκ ὀφείλων ἔδωκε, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν ἀνταποδώσει. Καὶ ὁ πρῶτος τοίνυν ἐξ εὐχῆς, καὶ οἱ μετ' ἐκεῖνον ἐξ εὐλογίας τὰς ἀρχὰς ἔλαβον· καὶ οὕτω λοιπὸν ὁλόκληρος ὁ καρπὸς τῆς γυναικὸς ἡγιάζετο. Καὶ ἦν ὁ μὲν πρωτότοκος κατόρθωμα τῆς γυναικὸς, ὁ δεύτερος δὲ αὐτῆς καὶ τοῦ ἱερέως κοινωνός. Καὶ καθάπερ γῆ λιπαρὰ καὶ πίων, δεξαμένη τὰ σπέρματα, 54.658 κομῶντα δείκνυσιν ἡμῖν τὰ λήϊα· οὕτω καὶ ἡ γυνὴ, μετὰ πίστεως τὰ ῥήματα δεξαμένη τοῦ ἱερέως, κομῶντας ἡμῖν στάχυας ἑτέρους ἤνεγκε, καὶ τὴν παλαιὰν μετέβαλεν ἀρὰν, ἀπὸ εὐχῆς καὶ εὐλογίας τίκτουσα. Καὶ σὺ τοίνυν, ὦ γύναι, ταύτην ζήλωσον, κἂν μὲν στεῖρα ᾖς, εὐχήν τε ἐπίδειξαι τοιαύτην, καὶ τὸν ἱερέα παρακάλεσον συνεφάψασθαί σοι τῆς πρεσβείας. Πάντως ἂν μετὰ πίστεως δέξῃ τὰ ῥήματα, εἰς καρπὸν τελευτήσει καλὸν καὶ ὥριμον τῶν πατέρων ἡ εὐλογία. Ἂν δὲ γένῃ μήτηρ, ἀνάθες σου καὶ σὺ τὸν υἱόν. Ἐκείνη εἰς ναὸν ἀνήγαγε, σὺ ναὸν κατασκεύασον σαυτὴν βασιλικόν. Τὰ γὰρ μέλη ὑμῶν, φησὶ, σῶμα τοῦ Χριστοῦ ἐστι, καὶ ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματος. Καὶ πάλιν· Ἐνοικήσω ἐν ὑμῖν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Πῶς γὰρ οὐκ ἄτοπον οἰκίαν μὲν γεγηρακυῖαν καὶ καταπίπτειν μέλλουσαν διορθοῦν, καὶ χρήματα δαπανῶντας, καὶ οἰκοδόμους συλλέγοντας, καὶ πάντα πραγματευομένους, τὴν δὲ οἰκίαν τοῦ Θεοῦ οἰκία γὰρ τοῦ Θεοῦ, τοῦ νέου γένοιτ' ἂν ἡ ψυχὴ μηδὲ τῆς τυχούσης ἀξιοῦν προνοίας; Ὅρα μὴ ταὐτὸν ἀκούσῃς, ὅπερ καὶ Ἰουδαῖοί ποτε ἤκουσαν. Ἐκεῖνοι γὰρ ἐπειδὴ τὸν ναὸν τοῦτον τὸν αἰσθητὸν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανελθόντες ἠμελημένον ἑώρων, καὶ τὰς ἑαυτῶν ἐκαλλώπιζον οἰκίας, οὕτω παρώξυναν τὸν Θεὸν, ὡς πέμψαι τὸν προφήτην, καὶ λιμὸν ἀπειλῆσαι, καὶ πολλὴν τῶν ἀναγκαίων τὴν σπάνιν, καὶ τὴν αἰτίαν τῆς ἀπειλῆς ταύτης εἰπεῖν· αὕτη δὲ ἦν, ὅτι Ὑμεῖς μὲν οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις, ὁ δὲ οἶκός μου ἠρήμωται. Εἰ δὲ περὶ τὸν ναὸν ἐκεῖνον ἡ ὀλιγωρία τοσαύτην ἐξήγειρε τοῦ Θεοῦ τὴν ὀργὴν, πολλῷ μᾶλλον ἡ τοῦ ναοῦ τούτου ῥᾳθυμία παροξυνεῖ τὸν ∆εσπότην· πολὺ γὰρ οὗτος ἐκείνου τιμιώτερος, ὅσῳ καὶ μείζονα ἔχει τῆς ἁγιαστίας τὰ σύμβολα. Μὴ τοίνυν ἀφῇς τοῦ Θεοῦ τὸν οἶκον σπήλαιον γενέσθαι λῃστῶν, ἵνα μὴ καὶ ἑτέραν ἐπιτίμησιν ἀκούσῃς, ἣν πρὸς τοὺς Ἰουδαίους ὁ Χριστὸς ἐποιήσατο λέγων· Ὁ οἶκος τοῦ Πατρός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Πῶς δὲ σπήλαιον λῃστῶν γίνεται; Ὅταν