20
ἐξυπηρετῇ. Οἷον· ∆ιὰ τῶν αὐτῶν ποδῶν μὴ ἐν ἐκκλησίᾳ καὶ ἐν θεάτροις κοσμικοῖς βάδιζε. Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Οἱ γὰρ εἰς οἶκον Θεοῦ πορευόμενοι, ἀμέτοχοι τῶν ἐναντίων ὀφείλουσιν εἶναι. "Ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν." Ἐπειδή εἰσι καὶ ἄφρονες πολλάκις προσφέροντες, ὡς οἱ διὰ κενοδοξίας τὴν ἐλεημοσύνην ἐργαζόμενοι· καὶ ὁ Κάϊν ὀρθῶς μὲν προσενεγκὼν, μὴ ὀρθῶς δὲ διελών· ἡ σὴ, φησὶν, θυσία κεκριμένως καὶ μετὰ γνώσεως γινέσθω. Οἱ γὰρ ἄφρονες οὐδὲ ἴσασιν ὅτι κακῶς προσφέρουσι, διὰ τὸ μὴ ἔχειν γνῶσιν καὶ διάκρισιν. Ὁ γὰρ μετὰ γνώσεως τὸ καλὸν ἐνεργῶν, μετὰ γνώσεως καὶ τοῦ ἐναντίου ἀπέχεται. Ὁ δὲ τὸ πρῶτον ἀγνοῶν, καὶ τὸ λοιπὸν ἀγνοήσει. Τὸ οὖν, Ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακὸν, ἀντὶ τοῦ, Ἀγνοίᾳ συνέχονται, καὶ ἐσκοτισμένοι, τυγχάνουσι τὴν διάνοιαν. Κυριολέκτως δὲ ἐνταῦθα τὸ μὲν τῶν ἀφρόνων δόμα ἐκάλεσε, ἐπὶ δὲ τῶν φρονίμων θυσίαν εἶπε. ΚΕΦΑΛ. Εʹ. "Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω." Τὴν προπετῆ γλῶτταν ἀναστέλλεσθαι παραινεῖ· εἶτ' ἐπειδὴ ἐκ καρδίας προπετοῦς ἡ γλῶττα τοῖς ἀσόφοις ὑπηρετεῖται νοήμασιν, αὐτὴν ἐμφράττων τὴν πηγὴν τῶν ἀκαίρων λόγων, ἐπάγει, Ἡ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ Θεοῦ· ἀντὶ τοῦ, ∆ιὰ τὸ τὸν Θεὸν ἐφορᾷν πάντα, καὶ τὰ ἐν τῇ ψυχῇ συνιστάμενα νοήματα, κἂν μὴ διὰ λόγων ἐμφέρωνται· τὴν γὰρ ὑψηλοτάτην τῶν οὐρανῶν περιωπὴν οἰκῶν ὁ Θεὸς, τὰ ἐν τῷ βάθει πάντα κατοπτεύει. Ἄλλως· Μὴ ταχὺ περὶ θεολογίας λάλει, μηδὲ ὡς ἔτυχε· οὐ γὰρ δύνῃ θνητὸς ὢν καὶ σάρκα φορῶν, καὶ κάτω περικείμενος, οὐσίαν Θεοῦ τοῦ ἀοράτου καὶ ὑπερουρανίου 93.540 καταλαβεῖν. Ἐπὶ τούτων ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. ∆ιὰ οὖν τὰ προειρημένα πάντα, ἔστωσαν οἱ λόγοι σου οὐ μόνον ἀριθμῷ, ἀλλὰ καὶ ἀκριβείᾳ. "Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν, καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων." Εἰ μὲν παροιμιακῶς καὶ ἀπολύτως ταῦτα λέγει, οὕτω νοήσεις· Ὥσπερ, φησὶν, οἱ μεθ' ἡμέραν πολλοὺς πειρασμοὺς ὑπομένοντες, καὶ δι' ἐνυπνίων ἐκταράττονται· οὕτω καὶ ἐν τῇ πολυλογίᾳ διὰ τῆς ἑαυτοῦ φωνῆς ὁ ἄφρων ἐλέγχεται. Ἄλλως· Ὥσπερ ἐνύπνιον πειράσαν τινὰ εἰς πορνείαν τυχὸν, ἢ φιλαργυρίαν, ἀφίπταται, καὶ οὐδὲν τῶν κατ' ὄναρ δοκούντων πράττεσθαι ἀληθὲς τυγχάνει· οὕτω καὶ ἡ φωνὴ τοῦ ἄφρονος οὐδεμίαν ὄνησιν ἢ πρᾶγμά τι ἐπωφελὲς ἐργασαμένη, ἐνυπνίῳ ἔοικε. Ἵνα εἴπῃ, ὅτι Ὀνείροις ἐοίκασιν οἱ τοῦ ἄφρονος λόγοι. Εἰ δὲ ὡς αἰτίαν ἀποδιδοὺς τῶν ἀνωτέρω, ἐπήγαγε τὸ, ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ, καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων, οὕτω νοήσεις· Μὴ ἔσο, φησὶ, φλύαρος, μηδὲ τὴν ἑαυτοῦ ἀφροσύνην διὰ τῶν οἰκείων ἐπιδείκνυε λόγων, ὅτι τοῖς φλυαροῖς πολλοὶ συμβαίνουσι πειρασμοί· οὐ μόνον αἰσθητῶς, καὶ μεθ' ἡμέραν, ἀλλὰ καὶ καθ' ὕπνον αὐτοὺς ἐκδειματοῦντες. "Καθὼς ἂν εὔξῃ εὐχὴν τῷ Θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτὴν, ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἂν εὔξῃ, ἀπόδος." Προσευχή ἐστιν αἴτησις ἀγαθῶν παρὰ Θεοῦ· εὐχὴ δὲ ἡ ἐπαγγελία· ἐπαγγέλλεταί τις Θεῷ οὐ μόνον χρήματα, ἀλλὰ καὶ νηστείαν, καὶ ἁγνείαν, καὶ ὅσα τοιαῦτα. Ἐπεὶ οὖν οἱ ἄφρονες μετὰ τὸ ἐπαγγείλασθαι μεταμέλονται, οὐ θέλοντες πληρῶσαι τὴν εὐχὴν, παραινεῖ μετὰ πολλοῦ τοῦ τάχους ἐκπληροῦν τὰς ἐπαγγελίας. "Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαί σε, καὶ μὴ ἀποδοῦναι." Κακὸν τὸ μὴ ὅλως θέλειν τι διδόναι Θεῷ· χεῖρον δὲ τὸ ἐπαγγείλασθαι διδόναι, καὶ μὴ ἀποδιδόναι. Ἐν δυσὶ τοίνυν κακοῖς ἀγαθὸν εἶπε τὸ ἧττον κακόν. Καὶ τοῦτό ἐστι καθ' ἑτέραν νόησιν· τὸ μὴ ταχῦναι τοῦ ἐξενεγκεῖν πρὸ προσώπου τοῦ Θεοῦ ὅτι μετὰ τὸ τάξασθαι, πλῆθος ἐπανίσταται πειρασμῶν, ἐμποδίζον τῇ εὐχῇ, ὡς καὶ καθ' ὕπνον ἐκταράττεσθαι. Οἷον φιλάργυρος χρήματα ταξάμενος διδόναι Θεῷ, οὐ μόνον μεθ' ἡμέραν ἀγωνιᾷ καὶ ἀναχαιτίζεται, πενίαν αὐτῷ καὶ ἀπορίαν τῶν λογισμῶν ὑπογραφόντων· ἀλλὰ καὶ ἐν νυκτὶ, ὡς εἰκὸς, ταῖς ὁμοίαις φαντασίαις παρενοχλούμενος, ἀνακόπτεται τοῦ