1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

21

πληρῶσαι τὴν εὐχήν. Ὅσον δὲ τὸ ἐπιτίμιον τῶν μὴ πληρωσάντων τὰς εὐχὰς, δηλοῦσιν Ἀνανίας καὶ Σάπφειρα θανάτῳ καταδικασθέντες. 93.541 "Μὴ δῷς τὸ στόμα σου ἐξαμαρτάνειν τὴν σάρκα σου." Φλύαρος γλῶττα ὅλον τὸ σῶμα σπιλοῖ, μάλιστα δὲ ἡ πρὸς γυναῖκας ἀφύλακτος ὁμιλία ἐρεθίζει τὴν σάρκα πρὸς τὴν ἁμαρτίαν. "Καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι ἄγνοιά ἐστι." Ἁμαρτάνων, φησὶ, ἐξ ἀχαλίνου στόματος, μετανόει, καὶ μὴ προφασίζου, καὶ λέγε ὅτι Κατὰ ἄγνοιαν ἥμαρτον. Ἄλλως· Οἱ πρὸς βάθος κακῶν ἐλάσαντες, καὶ εἰς καταφρόνησιν ἐλθόντες, Οὐκ ἀξιοῖ, φασὶν, ὁ Θεὸς εἰδέναι τὰ ἐν ἀνθρώποις ἁμαρτήματα· σὺ οὖν, φησὶ, μὴ τοῦτο εἰπέ· οὐδὲν γὰρ λέληθεν τὸν θεῖον ὀφθαλμόν. "Ἴνα μὴ ὀργισθῇ ὁ Θεὸς ἐπὶ φωνῇ σου, καὶ διαφθείρῃ τὰ ποιήματα τῶν χειρῶν σου." Μὴ ἁμάρτανε, φησὶ, διὰ γλώττης, ἴνα μὴ καὶ τὰς κατὰ ἀρετὴν πράξεις διαφθείρῃς. Ὀργιζόμενος γὰρ ὁ Θεὸς ἐπὶ τοῖς προπετέσι λόγοις, καὶ εἴ τι καλὸν ἡμῖν εἰργάσθαι δοκεῖ, ἐξαφανίζει. Ἄλλως· Μὴ λέγε, ὅτι Ἀγνοεῖ ὁ Θεὸς τὰ ἐν ἀνθρώποις ἁμαρτήματα· ὀργίζεται γὰρ ὁ Θεὸς ἐπὶ τῇ τοιαύτῃ φωνῇ, καὶ οὐ συνευδοκεῖ ταῖς ἡμῶν πράξεσι. Τοὺς δὲ παχυτέρους φονεύων, ἔσθ' ὅτε καὶ πενίαν αὐτοῖς ἐπάγει, διαφθείρων ποιήματα χειρῶν αὐτῶν. "Ὅτι ἐν πλήθει ἐνυπνίων, καὶ ματαιοτήτων, καὶ λόγων πολλῶν." Τρία τινὰ ἑαυτοῖς ἐοικότα παρέθηκε· τὰ ἀνύπαρκτα τῶν ὀνείρων φαντάσματα, τὰς τῶν ἀνθρώπων ματαιοπονίας, καὶ τὴν τῶν πολλῶν λόγων ἄκαιρον φλυαρίαν. Ἐοίκασι γὰρ οἱ τοῦ φλυάρου λόγοι ὀνείροις· οὐδὲν δὲ ὀνείρων διαλλάττουσιν, οὐδὲ αἱ τῶν ἀνθρώπων ματαιοσπουδίαι. Ἐν πλήθει οὖν ἐνυπνίων, τουτέστι τῶν ἐνυπνιαζομένων ἀνθρώπων, καὶ ματαιοπονούντων, καὶ φλυαρούντων, ὁ Θεὸς ὀργίζεται. Πλῆθος δὲ λόγων μὴ τὴν πολυεπείαν νόμιζε, ἀλλὰ τὴν ἀργολογίαν· καὶ γὰρ ὁ Παῦλος τὸν λόγον παρατείνων μέχρι μεσονυκτίου, ἀκόρεστος ἦν τοῖς ἀκούουσιν. Ὁ δὲ πολλὰ λέγων, καὶ τὸ πρᾶγμα μὴ ὡς θεῖον δηλώσας, οὐδὲν εἰρηκέναι λέγεται· ὁ γὰρ παρὰ τὸ δέον φθεγγόμενος, καὶ ἕως ἑνὸς λόγου φλύαρος εἶναι λέγεται. Γενικὴν δὲ φυλακὴν πασῶν τῶν ἀρετῶν ἐκδιδάσκων, ἐπάγει, ὅτι Τὸν Θεὸν φοβοῦ. Ὁ γὰρ φόβος Κυρίου πάντα ὑπερέβαλε. "Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάσσει, καὶ ὑψηλοὶ ἐπ' αὐτοῖς· καὶ περισσεία γῆς." Ἁρπαγὴν κρίματός φησι τὸ τοὺς πλουσίους ἐξωνεῖσθαι παρὰ τῶν δικαζόντων τὰς ἀδίκους ψήφους· καὶ ἄλλως δὲ ἁρπαγὴν κρίματος ἐργάζεται, ὁ τὰς μηδὲν ἑαυτῷ προσηκούσας κρίσεις ἁρπάζων. Ἐὰν οὖν, φησὶν, ἴδῃς ὑπὸ τῶν πλουσίων καὶ συκοφαντῶν τοὺς πένητας καταδυναστευομένους, μὴ θαυμάσῃς, ἀντὶ τοῦ, μὴ 93.544 δυσχεράνῃς, μηδὲ ἀποδυσπετήσῃς, μηδὲ ἀπρονόητον εἶναι τὸν κόσμον νομίσῃς. Ὁ γὰρ ὑψηλότερος ἁπάντων Θεὸς, ἐπάνω πάντων ὢν, καὶ ἐπιτηρῶν ἕκαστα τῶν πραττομένων ὑπὸ τοῦ δοκοῦντος ὑψηλοῦ, καὶ πλουσίου, καὶ μεγαλαύχου, ἑκάστῳ τὸ κατ' ἀξίαν ὧν ἔπραξεν ἀπονέμει. Καὶ οἱ ὑψηλοὶ ἐπ' αὐτοῖς, τουτέστι οἱ ἐφ' ἑαυτοῖς μεγαλοφρονοῦντες, οὐδὲν ἕτερόν εἰσιν εἰ μὴ περισσεία γῆς, ἀντὶ τοῦ, ἀχρεῖος γῆ. Τί γὰρ ὑπερηφανεύῃ, φησὶ, γῆ καὶ σποδός; "Ἐπὶ παντί ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου." Καὶ γενικῶς, φησὶ, λέγων· ὥσπερ τινὰ παράδεισον τὸν ἑαυτοῦ κόσμον ὁ Θεὸς καλλιτεχνήσας, τοῦ ἑαυτοῦ ἀγροῦ βασιλεύει καὶ προνοεῖ. Ὥστε οὐ προσήκει διὰ τὰς ἐν ἀνθρώποις ἀνωμαλίας, ἀβασίλευτον ἢ ἀπρονόητον τὸν κόσμον νομίζειν. Προσήκει δὲ εἰδέναι, ὡς τοῦ κόσμου τούτου ἀγροῦ ὠνομασμένου, κατὰ τὴν ἐν Εὐαγγελίοις παραβολὴν, τὸν ἄνθρωπον ὁ Θεὸς βασιλέα κατέστησε, κατὰ τὸ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἀναμιμνήσκει τοίνυν τοῦ ἀξιώματος, ἵνα τιμῶντες ἡμᾶς στεφανώσαντα, τὰς ἀρετὰς ἐργασώμεθα. Ἄλλως; Ἐπειδή ἐστι βασιλεὺς ὁ Θεὸς τοῦ θεωρηθέντος ἀγροῦ τοῦ ἀκροφυῶς εἰργασμένου, μὴ διαφθείρωμεν αὐτοῦ τὴν ἀμπελῶνα, ἢ πράξεσιν ἀθέσμοις, ἢ δόγμασιν ἀθέοις, ἢ διδασκαλίαις ὀλεθροφόροις. Ἐπὶ πᾶσι γάρ ἐστι βασιλεὺς τοῦ ἀγροῦ. εἰργασμένου. Ἄλλως· Ἡ θεία Γραφὴ ἀγρός τίς ἐστιν εὐώδης, εὔκαρπος,