22
καθ' ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ λέγοντες, εἰ δύναται εἶναι νεκρῶν ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ ὁ πρῶτος γυναῖκα ἔγημεν καὶ ἄπαις ἐτελεύτα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, Μωυσέως παρακελευομένου ἐπιγαμβρεῦσαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος τελευτήσαντος καὶ ἄγεσθαι αὐτὴν τῷ ἀδελφῷ αὐτοῦ πρὸς τὸ ἐξαναστῆσαι σπέρμα εἰς ὄνομα τοῦ κατοιχομένου. ἔλαβε γοῦν, φησί, ταύτην ὁ πρῶτος καὶ ὁ δεύτερος καὶ ἐτελεύτησαν, ὁμοίως καὶ οἱ ἑπτά. ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη γυνή, ἐπειδὴ καὶ οἱ ἑπτὰ αὐτὴν ἐγνώκασιν; ὁ δὲ κύριος ἔφη «πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλὰ ἰσάγγελοί εἰσιν. ὅτι δὲ ἀναστήσονται οἱ νεκροὶ Μωυσῆς ὑμᾶς διδάξει, ὡς ὁ θεὸς αὐτῷ ἐχρημάτισε λέγων, ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». καί «ἐφίμωσεν αὐτῶν τὸ στόμα». εὐάλωτοι γὰρ οὗτοι καὶ μὴ δυνάμενοι ἀντιστῆναι μὴ μίαν ὥραν πρὸς τὴν ἀλήθειαν. Κατὰ Γραμματέων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉβ, τῆς δὲ ἀκολουθίας ˉιˉε. Μετὰ τούτους τοὺς Σαδδουκαίους Γραμματεῖς γεγόνασιν, ἀνὰ μέσον τοῦ χρόνου ἢ καὶ σὺν αὐτοῖς τὴν ἡλικίαν κατάγοντες· οἵτινες 1.209 ἦσαν δευτερωταὶ τοῦ νόμου ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγούμενοι, τὰ μὲν ἄλλα πράττοντες τῶν Ἰουδαίων περιττὴν δέ τινα δῆθεν σοφιστικὴν ὑφήγησιν εἰσηγούμενοι, οὐ κατὰ νόμον μόνον βιοῦντες, ἀλλὰ περισσότερον «ξεστῶν βαπτισμοὺς» φυλάσσοντες «καὶ ποτηρίων καὶ πινακίων» καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας, ὡς δῆθεν ἐπὶ τὸ ἀκραιφνὲς καὶ ὅσιον διακείμενοι, «πυγμῇ μὲν τὰς χεῖρας νιπτόμενοι», πυγμῇ δὲ καὶ μολυσμούς τινας δι' ὑδάτων καὶ λουτρῶν ἀποσμηχόμενοι, ἔχοντες δέ τινα «κράσπεδα» σημαντικὰ τῆς αὐτῶν πολιτείας εἰς ἐπίδειξιν κόμπου καὶ ἔπαινον τῶν θεωμένων· καὶ «φυλακτήρια» παρ' ἑαυτοῖς ἐπὶ τὰ ἱμάτια ἐπετίθεντο τουτέστι πλατέα σήματα πορφύρας. νομίσῃ δ' ἄν τις, ἐπειδήπερ καὶ ἐν τῷ εὐαγγελίῳ τοῦτο ἐμφέρεται, μὴ ἄρα περὶ περιάπτων λέγει, ἐπειδὴ καὶ εἴωθόν τινες τὰ περίαπτα φυλακτήρια ὀνομάζειν. οὐκ ἔχει δὲ ὁ λόγος τὸ παράπαν περὶ τούτου. ἀλλ' ἐπειδὴ στολὰς εἴτ' οὖν ἀμπεχόνας οἱ τοιοῦτοι ἀνεβάλλοντο καὶ δαλματικὰς εἴτ' οὖν κολοβίωνας ἐκ πλατυσήμων διὰ πορφύρας ἁλουργοϋφεῖς κατεσκευασμένας, τὰ δὲ σήματα τῆς πορφύρας φυλακτήρια εἴωθον οἱ ἠκριβωμένοι μετονομάζειν, τούτου ἕνεκεν φυλακτήρια αὐτὰ καὶ ὁ κύριος κατ' ἐκείνους εἴρηκε. δηλοῖ δὲ καὶ ἡ ἀκολουθία τὴν φράσιν τῆς ὀνομασίας, τὸ «καὶ τὰ κράσπεδα τῶν ἱματίων»· τὰ γὰρ κράσπεδά φησιν, ἵνα εἴπῃ κροσσούς, καὶ τὰ φυλακτήρια, ἵνα εἴπῃ τῆς πορφύρας τὰ σήματα. φησὶ γὰρ ὅτι «πλατύνετε τὰ φυλακτήρια καὶ τὰ κράσπεδα τῶν ἱματίων ὑμῶν μεγαλύνετε». ῥοΐσκους δέ τινας ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβωνος ἕκαστος εἶχεν ἐξ αὐτοῦ τοῦ στήμονος καταδεδεμένους, ἐν ᾧ χρόνῳ ἐνεκρατεύετο ἢ παρθενίαν ἤσκει· ἐπειδὴ γὰρ ἕκαστος ταξάμενος ὥριζε καιρὸν ἁγνείας ἢ ἐγκρατείας καὶ ταῦτα αὐτῶν τὰ πρωτότυπα ἦν εἰς τὸ ἐμφαίνειν τοῖς ἀνθρώποις τὰ παρ' αὐτῶν ἐπαγγελλόμενα, ἵνα μηδεὶς ἅψηται δῆθεν τῶν ἡγιασμένων. ∆ευτερώσεις δὲ παρ' αὐτοῖς τέσσαρες ἦσαν· μία μὲν εἰς ὄνομα 1.210 Μωυσέως τοῦ προφήτου φερομένη, δευτέρα δὲ εἰς τὸν διδάσκαλον αὐτῶν Ἀκίβαν οὕτω καλούμενον ἢ Βαρακίβαν· ἄλλη δὲ εἰς τὸν Ἀδδᾶν ἢ Ἄνναν τὸν καὶ Ἰούδαν· ἑτέρα δὲ εἰς τοὺς υἱοὺς Ἀσαμωναίουἐκ τούτων τῶν τεσσάρων δευτερώσεων ὅσα παρ' αὐτοῖς νενόμισται οἰήσει σοφίας ἀσοφίας δὲ τὰ πλεῖστα, αὐχεῖται καὶ ᾄδεται καὶ ἐν τάξει προκριτέας διδασκαλίας βοᾶταί τε καὶ φημίζεται. Κατὰ Φαρισαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉγ, τῆς δὲ ἀκολουθίας ˉιˉ.