1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

22

παράδεισος σύμφυτος, ἔχων θησαυρὸν κεκρυμμένον. Καὶ προσήκει τοῦτον ἀναζητοῦντα σπουδάζειν ἀρέσκειν τῷ βασιλεῖ τοῦ ἀγροῦ, τουτέστι τῷ Θεῷ, ἀποβαλλόμενον τὰ ἐν κόσμῳ πάντα, μήτε δὲ τῷ γράμματι μόνον προσέχειν Ἰουδαϊκῶς, μήτε ὅλα ἐξ ὅλων ἀλληγορεῖν, καὶ ἐκριζοῦν τὰ φυτὰ, τὴν ἐκ τοῦ γράμματος ὠφέλειαν παρατρέχοντες· ἀλλὰ μετὰ πίστεως δεῖ ἐρευνᾷν τὰ ῥητὰ, καὶ διασκαλιδεύειν σὺν ὁδηγίᾳ τοῦ Πνεύματος, ὡς ἂν ἀρέσωμεν. τῷ βασιλεῖ τοῦ ἀγροῦ, νοητὸν αὐτοῦ παράδεισον ἐργαζόμενοι. "Ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου· καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γεννήματα· καί γε τοῦτο ματαιότης." Τὸ, Καί τις ἠγάπησε ἐν πλήθει αὐτοῦ γεννήματα, ἀντὶ τοῦ, καὶ ὅστις ἠγάπησεν· ἑαυτῷ, καὶ οὐκ εἰς κοινωφελῆ χρείαν, συναγαγεῖν τὰ γεννήματα· ἵνα ᾖ οὕτως· Ὁ φιλάργυρος, εἴτε ἄργυρον, εἴτε γέννημα συναγάγῃ, οὐκ ἐμπίπλαται, ἀεὶ τοῦ πλείονος ἐφιέμενος, δοῦλος μᾶλλον ἢ δεσπότης χρημάτων τυγχάνων. "Ἐν πλήθει ἀγαθοσύνης ἐπληθύνθησαν οἱ ἐσθίοντες αὐτήν· καὶ τίς ἀνδρεία τῷ παρ' αὐτῇ; ὅτι ἀρχὴ 93.545 τοῦ ὁρᾷν ὀφθαλμοῖς αὐτοῦ." Σύμμαχος τὸν τελευταῖον στίχον οὕτως ἐκδέδωκε· Τί γὰρ ἀνδραγάθημα τῷ ἔχοντι αὐτὴν, μὴ εἰ μόνον θεωρία ὀφθαλμῶν αὐτοῦ; Ὁ δὲ νοῦς οὕτως· Ἔστι τις τὸ κακὸν ἰσχυρῶς μετιὼν, ὡς ὁ φιλάργυρος ἐκ παντὸς τρόπου συνάγων χρήματα· καί ἐστι αὕτη ἀνδρεία ψεκτή. Οἱ δὲ οὕτως ἰταμῶς φιλάργυροι τοῦτο νομίζουσιν εἶναι ἀγαθὸν, βρῶσιν, καὶ πόσιν, καὶ τὸ τὰ χρήματα βλέπειν αὐτά· ἐν πλήθει οὖν ἀγαθοσύνης, τουτέστι ἐν περιουσίᾳ χρημάτων ἀεὶ πληθυνομένῃ εὐφραίνονται, ὡσανεὶ ἐσθίοντες αὐτὴν οἱ φιλάργυροι. Καὶ τίς ὄνησις τῆς τοιαύτης ἀνδρείας; μέχρι γὰρ τοῦ ὁρᾷν τὴν ἀρχὴν τῶν χρημάτων ὁ τοιοῦτος ἔχει· ἀντὶ τοῦ, εἰς οὐδὲν ἕτερον δεσπόζει αὐτῶν, εἰ μὴ εἰς μόνον τὸ προσέχειν αὐτοῖς. Ἄλλως· Ὧν καλῶς πληθύνονται τὰ ἀγαθὰ, πληθύνονται οἱ ἔσθοντες αὐτά. Οἱ γὰρ ἀληθῶς θέλοντες πληθύνειν ἑαυτοῖς τὴν ἀγαθότητα, πολλοὺς ἔχουσι τοῦ πλούτου κοινωνοὺς, τουτέστι τοὺς πένητας. Τί οὖν ὠφέλησε, φησὶ, τὸν ἰταμὸν, καὶ ἀμετάδοτον ἡ τοιαύτη ἀνδρεία, μέχρι μόνου τοῦ βλέπειν τὴν ἐπὶ τοῦ πλούτου ἡδονὴν χαριζομένη; "Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ ἀφιεὶς τοῦ ὑπνῶσαι αὐτόν." Κατὰ σύγκρισιν ἄμεινον ἀποφαίνεται τὸν δοῦλον ὄντα ἀνθρώπου τοῦ τῇ φιλοχρηματίᾳ δουλεύοντος. Ὁ μὲν γὰρ οἰκέτης ἄφροντις ὢν, ὅπως ἂν διατραφῇ, γλυκὺν ἔχει τὸν ὕπνον. Ὁ δὲ τῶν χρημάτων δοῦλος ἔχει δεσπότην μὴ ἐῶντα αὐτὸν ὑπνῶσαι, τὸν φιλοκερδῆ καὶ πολυμέριμνον λογισμόν. Πρὸς δὲ διάνοιαν, οἱ Θεῷ δουλεύοντες, γλυκεῖαν ἔχουσι τοῦ βίου τὴν μετάστασιν· ἣν δὴ καλῶς καὶ ὕπνον ἐκάλεσε. Τοὺς δὲ φιλαργύρους οὐχ ὕπνος, ἀλλὰ θάνατος διαδέχεται, οὐκ ἐῶν διαναπαύεσθαι, ἀλλὰ τῇ αἰωνίῳ κολάσει παραδιδούς. "Ἔστιν ἀῤῥωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτῷ, εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ." Πάντα τὰ τῆς κακίας εἴδη ψυχῆς εἰσιν ἀῤῥωστήματα. Οὕτω δὲ ἐπιτεταμένον ἀῤῥώστημα, τῆς φιλαργυρίας τὸ νόσημα, ὡς καὶ ῥίζαν αὐτὴν πάντων τῶν κακῶν ὀνομάζεσθαι. Εἶδον οὖν, φησὶ, πλοῦτον φυλασσόμενον ἐπὶ κακῷ τοῦ ἔχοντος· ἢ γὰρ καὶ περιὼν ἀπόλλει τοῦτον ὁ φιλάργυρος, ἔσθ' ὅτε δι' αὐτὸν καὶ ἐπιβουλευόμενος· ἢ πάντως τελευτῶν ἀλλοτριοῦται τούτου, ἄστατα καὶ ἀβέβαια πονέσας ἐπὶ τῷ τοῦτον συναγαγεῖν. Τοῦτο γάρ ἐστι τὸ ἐν περισπασμῷ πονηρῷ. Εἶτα ἐπειδὴ πολλοὶ προφασιζόμενοι παῖδας, συνάγουσι χρήματα, ἀκολούθως ἐπάγει· 93.548 "Καὶ ἐγέννησεν υἱὸν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ, γυμνὸς ἐπιστρέψει, τοῦ πορευθῆναι ὡς ἥκει." Ἀλλ' εἰ προφασίζεται τοὺς παῖδας ὁ φιλάργυρος, διερευνησάτω τοῦ τικτομένου παιδίου τὴν χεῖρα, καὶ ὅταν εὕρῃ μὴ μετὰ χρημάτων αὐτὸν τεχθέντα, ζητείτω τοῦτον καὶ τελευτῶντα· καὶ γὰρ εὑρήσει πάλιν γυμνὸν μὲν ἐξελθόντα ἐκ κοιλίας μητρὸς, γυμνὸν δὲ καὶ τοῦ βίου μεθιστάμενον. Εἶτα ἐπάγει· "Καὶ οὐδὲν λήψεται ἐν μόχθῳ