23
1. Ταύταις ταῖς δυσὶν αἱρέσεσιν κατ' ἀκολουθίαν συνῆπται ἡ τῶν Φαρισαίων αἵρεσις ἄλλη τις· οἵτινες τὰ αὐτὰ τούτοις ἐφρόνουν, Γραμματεῦσι δέ φημι τοῖς ἑρμηνευομένοις νομοδιδασκάλοις· συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ Νομικοί. ἄλλα δὲ καὶ παρὰ τούτους πάλιν οἱ Φαρισαῖοι ἐφρόνουν, πολιτείας μείζους ἔχοντες. τινὲς μὲν γὰρ αὐτῶν, ὅτε ἤσκουν καὶ ὥριζον δεκαετίαν ἢ ὀκταετίαν ἢ τετραετίαν ὁμοίως παρθενίας ἢ ἐγκρατείας, συνεχῶς εὐχόμενοι πυκνότερον ἀγῶνα τοῦτον ἐνίσταντο διὰ τὸ δῆθεν μὴ σωματικόν τι παθεῖν ἢ κλαπῆναι δι' ὀνειράτων ἀηδῆ ῥύσιν σώματος ἀπεργαζομένων. καὶ οἱ μὲν σανίδα ἑαυτοῖς ἐφιλοκάλουν σπιθαμῆς μόνης τὸ πλάτος καὶ ἐπὶ ταύτην ἑαυτοὺς ἐτίθεσαν κατὰ τὴν ἑσπέραν, ἵν' εἰ ὑπνώσειέν τις καὶ καταπέσοι εἰς τοὔδαφος αὖθις ἐγείρηται εἰς εὐχήν, διὰ τὸ ἄγρυπνον ἔχειν τὸν βίον κατὰ τὸ δυνατόν. ἄλλοι δὲ κόχλακας συλλέγοντες ἑαυτοῖς ὑπεστρώννυον εἰς τὸ νυττομένους μὴ ὕπνῳ βαθεῖ φέρεσθαι, ἀλλὰ βιάζεσθαι γρηγόρησιν ἑαυτοῖς προσπορίζεσθαι· ἄλλοι δὲ καὶ ἀκάνθας 1.211 στρωμνὴν εἶχον διὰ τὴν αὐτὴν ὑπόθεσιν. ἐνήστευον δὲ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν δὲ τὴν δεκάτωσιν, τὰς ἀπαρχὰς ἐδίδουν, τριακοντάδας τε καὶ πεντηκοντάδας, τάς τε θυσίας καὶ τὰς εὐχὰς ἀσφαλέστατα ἀπετίννυον. τῷ δὲ προειρημένῳ σχήματι τῶν Γραμματέων προήρχοντο, διά τοι τῆς ἀμπεχόνης καὶ διὰ τῶν ἄλλων σχημάτων καὶ γυναικικῶν ἱματίων ἐν πλατείαις ταῖς κρηπῖσιν καὶ γλώτταις τῶν ὑποδημάτων προϊόντες. ἐλέγοντο δὲ Φαρισαῖοι διὰ τὸ ἀφωρισμένους εἶναι αὐτοὺς ἀπὸ τῶν ἄλλων διὰ τὴν ἐθελοπερισσοθρῃσκείαν τὴν παρ' αὐτοῖς νενομισμένην· Φάρες γὰρ κατὰ τὴν Ἑβραΐδα ἑρμηνεύεται ἀφορισμός. 2. Ὡμολόγουν δὲ οὗτοι ἀνάστασιν νεκρῶν, ἐπίστευόν τε ἀγγέλους εἶναι καὶ πνεῦμα, ἠγνόησαν δὲ υἱὸν θεοῦ ὡς οἱ ἄλλοι. ἀλλὰ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρ' αὐτοῖς σφόδρα ἐχρημάτιζεν. αὐτίκα γοῦν τὰ Ἑλληνικὰ ὀνόματα τὰ ἐκ τῆς τῶν πεπλανημένων ἀστρονομίας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἑτέροις ὀνόμασι παρ' αὐτοῖς μετωνόμασται· οἷον Ἥλιος ἡμὰ καὶ σέμες, Σελήνη ἰέρεε καὶ ἀλβανά, ὅθεν καὶ μήνη καλεῖται ἰέρεε γὰρ ὁ μὴν λέγεται, μήνη δὲ ἡ σελήνη, ὡς καὶ παρ' Ἕλλησι διὰ τὸν μῆνα, Ἄρης χωχὲβ ὀκβόλ, Ἑρμῆς χωχὲβὀχομόδ, Ζεὺς χωχὲβ βάαλ, Ἀφροδίτη ζερούα ἤτοι λουήθ, Κρόνος χωχὲβ σαβήθ λέγεται δὲ παρ' αὐτοῖς καὶ ἄλλοις ὀνόμασιν, οὐκ ἠδυνήθην δὲ ἀκριβῶς τὴν τούτων ἐπωνυμίαν ἐκθεῖναι. ἀλλὰ καὶ τὰ ματαίως νομιζόμενα εἰς ἀριθμὸν στοιχείων παρὰ τοῖς πεπλανημένοις ὀνόματα, ἃ ζῴδια καλοῦσι * καὶ ἀθεμίτως τὸν κόσμον εἰς ἀσέβειαν ἐπλάνησαν, οὕτω πάλιν Ἑβραϊκῶς αὐτὰ καλοῦσι· τελὰ σὼρ θωμὶμ 1.212 σαρατὰν ἀρὶ βεθουλὰ μωζανὴμ ἀκρὰβ κέσετ γαδὶ δαλλὶ δεγγίμ· οἵτινες τοῖς Ἕλλησι μάτην, λέγω δὴ οἱ Φαρισαῖοι, ἀκολουθήσαντες μετωνόμασαν εἰς τὴν Ἑβραΐδα τὰ αὐτὰ ὀνόματα οὕτω· Κριὸν δὴ τὸν παρ' ἐκείνοις λεγόμενον τελά, Ταῦρον σώρ, ∆ιδύμους θωμίμ, Καρκίνον σαρατάν, Λέοντα ἀρί, Παρθένον βεθουλά, Ζυγὸν μωζανήμ, Σκορπίον ἀκράβ, Τοξότην κέσετ, Αἰγόκερων γαδί, Ὑδρηχόον δαλλί, Ἰχθύας δεγγίμ. 3. Ταῦτα δέ μοι οὐκ εἰς στρόβησιν τῶν ἐντυγχανόντων κατατέτακται οὐδὲ ἵνα τὴν χυδαιολογίαν τῶν τὴν ἀσύστατον καὶ φρενοβλαβῆ μωρολογίαν τῆς ἀστρονομίας τῷ βίῳ παρεισαξάντων συστήσω· ἐλήλεγκται γὰρ αὕτη ὑπὸ τῆς ἀληθείας ἀσύστατος οὖσα καὶ ἐσφαλμένη. εἴρηται δὲ ἡμῖν ἐν ἄλλοις λόγοις πολλὰ πρὸς ἀνατροπὴν τῶν γένεσιν καὶ εἱμαρμένην νομιζόντων, ἀλλὰ καὶ ἐν τῷ προοιμίῳ τούτου τοῦ συντάγματος ἐν ὀλίγῳ ἡμῖν κατὰ τῶν αὐτῶν πεπραγμάτευται· διὰ δὲ τὸ μή τινα νομίσαι κατὰ συκοφαντίαν ἡμᾶς κατά τινων φέρεσθαι καὶ μὴ τὰ ἀληθῆ ἐκ παραδόσεων ἀκριβώσαντας