1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

23

τὴν πολιὰν καταισχύνοντες, τὴν ἡλικίαν παραδειγματίζοντες, τὸ γῆρας αὐτὸ καταγέλαστον ποιοῦντες. Καὶ ἐνταῦθα μὲν εἰσιόντες, ναυτιῶντες ὥσπερ καὶ ἐνοχλεῖσθαι νομίζουσι, καὶ ἀναπεπτώκασιν ἐν τῇ τῶν θείων λόγων ἀκροάσει, στενοχωρίαν, καὶ πνιγμὸν, καὶ τὰ τοιαῦτα προβαλλόμενοι· ἐκεῖ δὲ καὶ ἥλιον γυμνῇ δεχόμενοι τῇ κεφαλῇ, καὶ πατούμενοι, καὶ ὠθούμενοι, καὶ μετὰ πολλῆς πιεζόμενοι τῆς σφοδρότητος, καὶ μυρία ἕτερα πάσχοντες δεινὰ, καθάπερ ἐν λειμῶνι τρυφῶντες, οὕτω διάκεινται. ∆ιὰ τοῦτο ἡμῖν αἱ πόλεις εἰσὶ διεφθαρμέναι, ὅτι πονηροὶ τῆς νεότητός εἰσι διδάσκαλοι. Πῶς γὰρ δυνήσῃ τὸν νέον ἄκοσμον ὄντα καὶ ἀσελγαίνοντα σωφρονίσαι, αὐτὸς ἐν πολιᾷ τοιαῦτα μετεωρίζων, αὐτὸς μετὰ τοσοῦτον χρόνον κόρον μὴ λαβὼν τῆς ἀτερπεστάτης θέας ἐκείνης; πῶς δυνήσῃ ῥυθμίσαι τὸν υἱὸν, πῶς κολάσαι τὸν οἰκέτην ἁμαρτάνοντα, πῶς ἑτέρῳ συμβουλεῦσαι τὰ δέοντα ἀμελοῦντι, τοιαῦτα αὐτὸς ἐν ἐσχάτῳ γήρᾳ ἀσχημονῶν; Κἂν μὲν ὑβρίσῃ νέος τὸν γεγηρακότα, τὴν ἡλικίαν εὐθέως προβάλλεται, καὶ μυρίους ἔχει συναγανακτοῦντας· ὅταν δὲ σωφρονίζειν δέῃ τὸν νέον, καὶ κανόνα τινὰ ἀρετῆς αὐτὸν γίνεσθαι, οὐδαμοῦ τῆς ἡλικίας αὐτοῖς λόγος, ἀλλ' αὐτῶν ἐκείνων μανικώτερον ἐπὶ τὴν παράνομον βαδίζουσι θεωρίαν. Ταῦτα δὲ λέγω, καὶ τῶν γεγηρακότων καθάπτομαι, οὐχὶ τοὺς νέους ἀπαλλάττων κατηγορίας καὶ διαβολῆς, ἀλλὰ δι' ἐκείνων τούτους ἀσφαλιζόμενος. Εἰ γὰρ τὸν γεγηρακότα οὐ δεῖ, πολλῷ μᾶλλον τὸν νέον. Ἐκεῖ μὲν γὰρ πολὺς ὁ γέλως, καὶ μείζων ἡ ἀσχημοσύνη· ἐνταῦθα δὲ χαλεπώτερος ὁ ὄλεθρος, βαθὺ τὸ βάραθρον, ὅσῳ καὶ ἀκμαιότερα μᾶλλον τὰ τῆς ἐπιθυμίας τοῖς νέοις, καὶ σφοδροτέρα αὐτοῖς ἡ φλὸξ, κἂν μικρᾶς ἐπιλάβηται μόνον ἔξωθεν ὕλης, τὰ πάντα ἐμπίπρησι. Καὶ γὰρ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίας εὐέμπτωτος μᾶλλόν ἐστιν ὁ νέος· διὸ καὶ πλείονος δεῖται τῆς φυλακῆς, σφοδροτέρου τοῦ χαλινοῦ, ἀσφαλεστέρου τοῦ τειχίου καὶ τοῦ κωλύματος. βʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ἄνθρωπε, ὅτι ἡδονὴν ἔχει ἡ θεωρία· ἀλλ' εἰ μὴ μετὰ τῆς ἡδονῆς καὶ βλάβην ἔχει, τοῦτό με δίδαξον. Καὶ τί λέγω βλάβην; Ὅτι γὰρ οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχει, ἐντεῦθεν εἴσῃ σαφῶς. Ἐκ τῆς ἱπποδρομίας ἀναχωρῶν ἐκείνης, ἀπάντησον τοῖς ἐκ τῆς ἐκκλησίας ἀναχωροῦσι, καὶ κατάμαθε μετὰ ἀκριβείας, τίς ἐστιν ἐν ἡδονῇ μείζονι, ὁ προφητῶν ἀκούσας, καὶ μετασχὼν εὐλογίας, καὶ διδασκαλίας ἀπολαύσας, καὶ τὸν Θεὸν παρακαλέσας ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, καὶ κουφότερον ποιήσας τὸ συνειδὸς, καὶ μηδὲν ἑαυτῷ κατεγνωκὼς τοιοῦτο· ἢ σὺ ὁ καταλιπὼν τὴν μητέρα, καὶ τοὺς προφήτας ἀτιμάσας, καὶ εἰς τὸν Θεὸν ἐξυβρίσας, καὶ μετὰ τοῦ διαβόλου χορεύσας, καὶ βλασφημούντων ἀκούσας καὶ λοιδορουμένων, καὶ τὸν καιρὸν ἀναλώσας εἰκῆ καὶ μάτην, καὶ μηδὲν οἴκαδε ἔχων ἀπενεγκεῖν, μήτε σωματικὸν, μήτε πνευματικὸν κέρδος ἐκεῖθεν. Ὥστε ἡδονῆς ἕνεκεν μάλιστα ἐνταῦθα ἀπαντᾷν χρή. Ἐκεῖ μὲν γὰρ εὐθέως κατάγνωσις, κατηγορία τοῦ 54.662 συνειδότος, μετάνοια ἐπὶ τοῖς γεγενημένοις, αἰσχύνη, καὶ ὄνειδος, καὶ τὸ ἀπαῤῥησιάστους ἔχειν τοὺς ὀφθαλμούς· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, παῤῥησία, καὶ τὸ ἐλευθεροστομεῖν, καὶ τὸ μετὰ ἀδείας ἅπασι διαλέγεσθαι περὶ τῶν ἐνταῦθα ἀκουσμάτων ἁπάντων. Ὅταν τοίνυν εἰς ἀγορὰν ἐμβάλῃς, καὶ πάντας ἴδῃς ἐπὶ τὴν θεωρίαν τρέχοντας ἐκείνην, κατάφυγε σὺ ἐπὶ τὴν ἐκκλησίαν εὐθέως, καὶ μικρὸν καρτερήσας χρόνον, τρύφα διηνεκῶς τῶν θείων ῥημάτων. Ἂν μὲν γὰρ παρασυρεὶς μετὰ τῶν πολλῶν ἀπέλθῃς ἐκεῖ, μικρὸν ψυχαγωγηθεὶς, διὰ πάσης τῆς ἡμέρας ἀλγήσεις, τῆς τε ἐπιούσης, καὶ πολλῶν ἑτέρων, καταγινώσκων σαυτοῦ· ἂν δὲ μικρὸν ἐπίσχῃς σαυτὸν, διὰ πάσης τῆς ἡμέρας ἕξεις τρυφᾷν. Οὐ γὰρ ἐπὶ τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω συμβαίνειν εἴωθεν. Ἡ μὲν γὰρ κακία πρόσκαιρόν τινα ἔχει τὴν ἡδονὴν, διηνεκῆ δὲ τὴν ὀδύνην· ἡ δὲ ἀρετὴ, βραχὺν μὲν τὸν πόνον, διηνεκὲς δὲ τὸ κέρδος μετὰ τῆς εὐφροσύνης. Οἷον, ηὔξατό τις πρὸς Θεὸν, ἐδάκρυσεν, ἤλγησεν ὀλίγον χρόνον κατὰ τὴν εὐχήν· ἕτερος διὰ πάσης τῆς ἡμέρας ἐτρύφα, εἶτα ἐλεημοσύνην