24
ἐκθέσθαι ταῦτα ἡμῖν καὶ ὀνομαστὶ εἴρηται. ἐσχάτη δὲ αὐτοῖς ἀπορία καὶ ἠλιθιότης οὐχ ἡ τυχοῦσα, τοῖς καὶ ἀνάστασιν ὁμολογοῦσιν καὶ κρίσιν δικαίαν ὁριζομένοις. πῶς γὰρ δύναται κρίσις εἶναι καὶ εἱμαρμένη; δυοῖν γὰρ ἀνάγκη θάτερον, ἢ γενέσεως ὑπαρχούσης μὴ εἶναι κρίσιν διὰ τὸ τὸν πράττοντα οὐκ ἀφ' ἑαυτοῦ πράττειν, ἀλλὰ κατὰ ἀνάγκην ἐπικρατείας τῆς πεπρωμένης, ἢ ὅτι κρίσεως ὑπαρχούσης καὶ ἐν ἀληθείᾳ ἐπαπειλουμένης καὶ νόμων δικαζόντων καὶ τῶν τὸ πονηρὸν δρώντων δίκην ὑπεχόντων-νόμου τε ὁμολογουμένου δικαίου καὶ κρίσεως θεοῦ ἀληθεστάτης-ἀργεῖν τὴν πεπρωμένην καὶ μὴ ἔχειν ὅλως σύστασιν τὸ παράπαν· 4. ὁπότε διὰ τὸ δύνασθαι ἁμαρτεῖν καὶ μὴ ἁμαρτεῖν τὸν μὲν διὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι, τὸν δὲ ἔπαινον ἀπεκδέχεσθαι διὰ τὸ εὖ πεπραχέναι ὥρισται καθ' ἑκατέρων τὸ διάφορον. ὡς καὶ μιᾷ φωνῇ † δικαίᾳ λέγειν συντόμῳ ἀληθείᾳ 1.213 τῇ διὰ Ἠσαΐου τοῦ προφήτου ἐκ προσώπου κυρίου εἰρημένῃ ὅτι «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». ὥστε παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς καὶ ἀναμφίβολον, ὡς τὸ αὐτεξούσιον παρέσχετο ὁ θεὸς ὁ δι' αὑτοῦ φήσας τό «ἐὰν θέλητε καὶ ἐὰν μὴ θέλητε», ὡς περὶ τὸν ἄνθρωπον εἶναι τὸ ἀγαθοεργεῖν ἢ τὸ φαύλων ἐφίεσθαι πραγμάτων. ἄρα τοίνυν ἔσφαλται ἡ διάνοια τῶν γένεσιν εἶναι νομισάντων καὶ μάλιστα Φαρισαίων· οἷς ἐπιφωνητέον ἐστὶ πυκνότερον καὶ πολλαχῶς, οὐ διὰ μιᾶς φωνῆς ἀλλὰ πολλάκις τὰ παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἰρημένα «οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καταλελοίπατε τὰ βαρέα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον, καὶ ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ πήγανον, καὶ καθαρίζετε τὸ ἐκτὸς τοῦ ποτηρίου καὶ τοῦ πίνακος, τὸ δὲ ἐντός ἐστι μεστὸν ἀκαθαρσίας καὶ ἀκρασίας. καὶ δοκιμάζετε δίκαιον εἶναι ὀμνύναι ἐν τῷ ἐπάνω τοῦ θυσιαστηρίου, τὸ δὲ ἐν αὐτῷ τῷ θυσιαστηρίῳ παρ' ὑμῖν τοῦ ὅρκου λέλυται, καὶ τὸ ἐν τῷ οὐρανῷ ὀμνύναι οὐδὲν εἶναί φατε, ἐὰν δέ τις ὀμόσῃ ὑπεράνω τοῦ οὐρανοῦ, τοῦτο δεδικαίωται. οὐχὶ τὸ θυσιαστήριον βαστάζει τὸ ἐπικείμενον καὶ ὁ οὐρανὸς θρόνος ἐστὶ τοῦ ἐπ' αὐτῷ ἐπικαθεζομένου; ἢ ὅτι λέγετε, ἐάν τις εἴπῃ πατρὶ καὶ μητρὶ κορβάν, ὅ ἐστι δῶρον ὃ ἐξ ἐμοῦ ὠφεληθήσῃ, οὐκέτι μὴ τιμήσῃ τὸν πατέρα, καὶ ἠθετήσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τῆς τῶν πρεσβυτέρων ὑμῶν παραδόσεως. καὶ κυκλεύετε θάλασσαν καὶ ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν». Τί τοίνυν περιττότερον τῶν ἁγίων ῥήσεων προβάλοιτό τις πρὸς ἀντίθεσιν τῶν προειρημένων; ἀλλὰ καὶ ἀρκεῖσθαι μᾶλλον ἡγοῦμαι 1.214 ταῖς τοῦ σωτῆρος σοφαῖς καὶ ἀληθιναῖς λέξεσι, πρὸς ἃς οὐκ ἠδυνήθησαν ἀντωπῆσαι οὔτε πρὸς τὸ βραχύτατον. Κατὰ Ἡμεροβαπτιστῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉδ, τῆς δὲ ἀκολουθίας ˉιˉζ. 1. Ταύταις δὲ συνέπεταί τις αἵρεσις Ἡμεροβαπτιστῶν οὕτω καλουμένων, μηδὲν μὲν παραλλάττουσα τῶν ἄλλων, ἀλλ' ἴσα τῶν Γραμματέων καὶ Φαρισαίων φρονοῦσα, οὐ μὴν ἐξισουμένη τοῖς Σαδδουκαίοις ἐν τῇ τῶν νεκρῶν ἀναστάσεως ἀρνήσει, ἀλλὰ τῇ ἀπιστίᾳ τῇ ἐν τοῖς ἄλλοις. τοῦτο δὲ περιττὸν ἦν αὕτη κεκτημένη ἡ αἵρεσις, ὥστε ἐν ἔαρί τε καὶ μετοπώρῳ χειμῶνί τε καὶ θέρει πάντοτε καθ' ἡμέραν βαπτίζεσθαι, ὅθεν καὶ Ἡμεροβαπτιστῶν εἴληφε τὴν ἐπωνυμίαν. ἔφασκε γὰρ αὕτη ἡ αἵρεσις ἄλλως μὴ εἶναι ζῆν ἀνθρώπῳ, εἰ μή τι ἄρα καθ' ἑκάστην ἡμέραν βαπτίζοιτό τις ἐν ὕδατι, ἀπολουόμενός τε καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας. 2. Πρὸς ταύτην δὲ καὶ αὐτὴν ἐξ ἑνὸς λόγου ἡμῖν ἀνατροπὴ γενήσεται, ὅτι ἀπιστίας παρ' αὐτοῖς μᾶλλον ἢ πίστεως οἱ λόγοι. ἐλέγχει γὰρ αὐτοὺς ἡ συνείδησις