1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

24

πατρὸς τοῦ Ἐκκλησιαστοῦ λεχθέν. Καὶ ὅτι οὗτος ἀληθῶς πλοῦτος, περὶ οὗ εἶπε ὁ Ἀπόστολος, ὅτι Ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ. Ὁ γὰρ τὰ πνευματικὰ ταῦτα ἀγαθὰ ἐσθίων καὶ πίνων, καὶ εὐφραινόμενος, οἶδεν ὅτι Θεοῦ εἰσι ταῦτα τὰ χαρίσματα, καὶ ἐρᾷ τῆς αἰωνίου ζωῆς, τῆς ὀλιγοχρονίου ταύτης παραφρονῶν. Οἱ γὰρ διὰ τῆς τοῦ Θεοῦ χάριτος περὶ τὰ πνευματικὰ ἐνασχολούμενοι, καὶ ἀποπερισπώμενοι τῇ διανοίᾳ, τῶν τῇδε καταφρονοῦσιν. Ὅτι γὰρ οὐ προηγουμένως ἀγαθὸν ὁ αἰσθητὸς πλοῦτος, τί δή ποτε μὴ πᾶσιν αὐτὸν ὁ Θεὸς δωρεῖται ἀπροσωπόληπτος ὤν; Καί τοί γε τὰ ὄντως ἀγαθὰ πᾶσιν ἐπίσης ἁπλώσας, φημὶ δὴ τὸ τὰς ἀρετὰς ἐργάζεσθαι. Ὥστε εἰ καὶ κατά τι περιεπόμενον τοῖς ἐναρέτοις ὁ πλοῦτος δέδοται, οὐ κατὰ φύσιν ἀγαθός τις ἢ φαῦλος τυγχάνει. Ἀλλὰ τῶν μέσων ἀδιαφόρων ὄντων, πρὸς τὴν τῶν καλῶς ἢ κακῶς αὐτὸν μεταχειριζομένων ἕξιν μετασκευάζεται. 93.552 ΚΕΦΑΛ. ʹ. "Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστι ἐπὶ τῶν ἀνθρώπων· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν· καὶ οὐκ ἔστι ὑστεροῦν τῇ ψυχῇ αὐτοῦ, ἀπὸ παντὸς οὗ ἐπιθυμήσει· καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ' αὐτοῦ· ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν. Καί γε τοῦτο ματαιότης καὶ ἀῤῥωστία πονηρά ἐστι." Πρὸς μὲν τὸ ῥητὸν, κατὰ τῶν φιλαργύρων καὶ φειδωλῶν ὁ λόγος. Τὸ δὲ, Καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ' αὐτοῦ, ὅμοιον τῷ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· οὐ Θεοῦ τὴν φιλαργυρίαν ἢ τὴν ἀκολασίαν μετιέναι καταναγκάζοντος, ἀλλὰ τῶν ἀνθρώπων τοῦτο ἑλομένων συγχωροῦντος, διὰ τὸ τῶν προαιρέσεων αὐτεξούσιον. Πρὸς δὲ διάνοιαν, Πολλάκις τις ἐπλούτησεν ἐν λόγῳ καὶ ἐν δόγμασι· καὶ ἐπειδὴ πράξεις καταλλήλους οὐκ ἔσχε, τοῖς μὲν συγγράμμασιν αὐτοῦ τινες συντυχόντες ὠφελήθησαν, αὐτὸς δὲ οὐκ ἀπώνατο, διὰ τὸ μὴ ἔχειν συμφωνούσας τὰς πράξεις τοῖς λόγοις. Περὶ τῶν τοιούτων ἔλεγεν ὁ Σωτήρ· Τῶν μὲν λόγων αὐτῶν ἀκούετε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἄλλως· Πλούσιος ἦν ὁ τῶν Ἰουδαίων λαὸς νόμῳ τιμηθεὶς, προφήταις, ἱερατείᾳ, καὶ οὐκ ἀπέλαυσε τοῦ πλούτου, μεγάλην ἀῤῥωστίαν νοσήσας, τὴν εἰς τὸν Κύριον παρανομίαν· διὰ τοῦτο καὶ ὁ ξένος ἔφαγεν αὐτοῦ τὰ ἀγαθὰ, ὁ ἐξ ἐθνῶν λαός. Περὶ οὗ γέγραπται· Ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. "Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅτι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπον ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὅνομα αὐτοῦ καλυφθήσεται· καί γε ἥλιον οὐκ εἶδε, καὶ οὐκ ἔγνω· ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον." τὸ, Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν, ὑπερβολικῶς εἴρηται. Κέχρηται δὲ τούτῳ ἡ Γραφὴ, ἵνα τὸ ἔλαττον φύγῃ· ὑπερβολὴ δέ ἐστι λόγος ἐμφάσεως χάριν ὑπερβαίνων τὸ ἀληθές· ὡς καὶ ὁ Ἀπόστολός φησι· Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ εἴδω τὰ μυστήρια, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Καίτοι γε ἐκτὸς ἀγάπης ἐκεῖνα σχεῖν ἀδύνα 93.553 τον· ἀλλὰ φθάσας εἶπε ὅτι ὑπερβολῇ κέχρηται. Κἄν τε οὖν, φησὶ, τοσοῦτος γένηται ἐν πολυτεκνίᾳ, ὅπερ ἀδύνατον· κἂν πολυετίαν ἐπιμείνῃ ζῶν, μοχθηρῶς δὲ διάγῃ, καὶ οὐκ ἐναρέτως, ἴσως δὲ μηδὲ ταφῆς ἀξιωθῇ (πολλὰ γὰρ τοιαῦτα συμβαίνει), λέγω ὅτι ἀγαθόν ἐστι ὑπὲρ τὸν τοιοῦτον τὸ ἔκτρωμα. Οὗτος γὰρ ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, ἐν ἀγνωσίᾳ διάγων· καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, ἐξαλειφομένου ἐκ βίβλου ζώντων, καὶ μὴ ἀξιουμένου τοῦ τῆς δικαιοσύνης Ἡλίου. Τὸν δὲ περὶ τῶν ἐκτρωμάτων λόγον, διὰ τί τὰ μὲν νεκρὰ γεννῶνται, τὰ δὲ μίαν ἡμέραν ζῶσιν, ἢ δύο, τῇ ἀνεφίκτῳ τοῦ Θεοῦ δικαίᾳ προνοίᾳ καταλειπτέον. Πρὸς δὲ διάνοιαν, Ἀπόστολος ἦν ὁ Ἰούδας, καὶ τῇδιδασκαλίᾳ αὐτοῦ πολλοὺς ἐγέννησε· καὶ ἐπειδὴ μὴ ἐπληρώθη ἀγαθοσύνης παρατραπεὶς, ἀλλὰ πνεύματος διαβολικοῦ, ταφὴ αὐτοῦ οὐκ ἐγένετο