1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

25

Ἀκούσας δὲ ὁ ἀδελφὸς αὐτῆς Ἀβεσσαλὼμ, καλεῖ μετὰ ταῦτα τὸν βασιλέα εἰς ἑστίασιν· ὡς δὲ οὐκ ἦλθεν ἐκεῖνος, ἠξίου τοὺς γοῦν ἀδελφοὺς ἐλθεῖν. Ἐπεὶ δὲ ἦλθον, παρήγγειλε τοῖς ἑαυτοῦ παισὶν, καὶ ἀνεῖλον ἐν αὐτῷ τῷ ἀρίστῳ τὸν Ἀμνῶν. Ὡς δὲ ἤκουσεν ὁ ∆αυῒδ, ἐπένθησεν ἱκανῶς, καὶ ὠργίζετο τῷ Ἀβεσσαλώμ. Ὁ δὲ ἀπέδρα· καὶ μετὰ ἔτη τρία, ὅτε καθυφῆκε τῆς ὀργῆς ὁ βασιλεὺς, σοφίζεται Ἰωὰβ διὰ γυναικὸς Θεκωΐτιδος, καὶ πείθει ἐπαναγαγεῖν τὸν Ἀβεσσαλώμ. Ἐπανελθόντα δὲ οὐκ ἠθέλησεν εὐθέως ἰδεῖν ὁ πατὴρ, ἀλλ' ἦν δύο ἔτη ἐν Ἱερουσαλὴμ ἐξ ὄψεως τοῦ βασιλέως. Τότε καλεῖ τὸν Ἰωάβ· ὁ δὲ οὐχ ὑπήκουσεν. Εἶτα ἐνέπρησεν αὐτοῦ τὸν ἀγρὸν, καὶ οὕτως ἀναγκασθεὶς ἦλθε πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ ἀποσταλεὶς ὑπ' αὐτοῦ πρὸς τὸν βασιλέα, κατήλλαξεν αὐτὸν, καὶ εἰσήγαγε τὸν Ἀβεσσαλώμ. Ἐποίησε δὲ αὐτῷ ἅρματα καὶ ἵππους Ἀβεσσαλὼμ, καὶ τοὺς ἐρχομένους κρίνεσθαι μετὰ πολλῆς ἀποδεχόμενος τιμῆς, ἐπῄνει μὲν ὡς δίκαια λέγειν ἔχοντας, ἐλέει δὲ ὡς οὐδενὸς ὄντος τοῦ ἀμῦναι δυναμένου, καὶ ἔλεγε· Τίς καταστήσει με κριτὴν ἐπὶ τῆς γῆς; καὶ οὕτως ᾠκειοῦτο τὸν λαόν. Ἐπανίσταται δὲ Ἀβεσσαλὼμ τῷ ∆αυΐδ· ὁ δὲ ἀκούσας ἔφυγεν ἐκ τῆς Ἱερουσαλὴμ, ἀφεὶς τὰς παλλακὰς αὐτοῦ ἐν τῇ πόλει. Βουλομένου τοῦ Ἔθι συμπορεύεσθαι αὐτῷ, τὸ μὲν πρῶτον ἐκώλυεν, ἐπεὶ δὲ εἶδεν ἐπικείμενον, εἴασεν. Ὡς δὲ διέβησαν τὸν χειμάῤῥουν, προσέταξε τοῖς ἱερεῦσιν ἀποστρέψαι τὴν κιβωτὸν εἰς τὴν πόλιν. Αὐτὸς δὲ περιμένειν αὐτοὺς ἔφη πρὸς τῇ ἐλαίᾳ, εἴ τι ἔχοιεν τῶν τοῦ βασιλέως ἀποῤῥήτων ἐξειπεῖν. Ἀπαντᾷ τῷ ∆αυῒδ ὁ Χουσί. Ὁ δὲ ἀπέστειλεν αὐτὸν τῷ Ἀχιτόφελ ἐναντιωθησόμενον, ὃς ἦν σύμβουλος τῷ Ἀβεσσαλώμ. Ὡς δὲ ἀπῆλθεν αὐτὸς, ἔρχεται ὁ Σιβᾶ, καὶ κατηγορήσας τοῦ δεσπότου αὐτοῦ Μεμφιβαὰλ, ὡς βουλομένου αὐτοῦ βασιλεῦσαι, λαμβάνει 56.347 πᾶν παρὰ τοῦ ∆αυΐδ. Τότε Σεμεεὶ κατηράσατο τὸν ∆αυΐδ· ὁ δὲ ∆αυῒδ βουλόμενον αὐτὸν ἀνελεῖν τὸν Ἀβεσσᾶ διεκώλυσεν. Ἔρχεται ὁ Χουσὶ πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ πείθει αὐτὸν ὡς εὐνοϊκῶς διακείμενος αὐτῷ προσέχειν. Καὶ προκειμένης βουλῆς τίνα δέοι πράττειν, συγγενέσθαι ταῖς παλλακαῖς τοῦ πατρὸς παραινεῖ τὸν Ἀβεσσαλὼμ Ἀχιτόφελ. Καὶ ἐποίησε τοῦτο ἐπὶ τοῦ δώματος, ὥστε πάντας ὁρᾷν. Καὶ προστίθησιν ἑτέραν γνώμην, ὥστε λαβεῖν χιλίους μεθ' ἑαυτοῦ, καὶ ἐπιθέσθαι τῷ ∆αυῒδ, καὶ ἀνελεῖν αὐτόν. Ὡς δὲ ἐκλήθη καὶ ὁ Χουσὶ πρὸς τὸ εἰσηγήσασθαι συμβουλὴν, ἀνατρέπει τὴν τοῦ Ἀχιτόφελ γνώμην, τέως μὲν ὑπερθέσθαι παραινῶν, ὕστερον δὲ μετὰ παρασκευῆς ἐπιθέσθαι τῷ ∆αυΐδ. Καὶ ἤρεσε μᾶλλον αὕτη ἡ γνώμη· Θεοῦ γὰρ ἦν ἡ οἰκονομία. Τότε πέμπει διὰ τῶν υἱῶν τῶν ἱερέων, καὶ ἀπαγγέλλει ταῦτα τῷ ∆αυῒδ ὁ Χουσί. Ὁ δὲ Ἀχιτόφελ διαμαρτὼν τῆς γνώμης, ἀπήγξατο. Φέρεται πολλὰ δῶρα τῷ ∆αυΐδ. ∆ιατάξας δὲ τὸ στρατόπεδον, ἐξέπεμψε λέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Αὐτὸν γὰρ οὐ συνεχώρησαν ἐξελθεῖν. Γίνεται πόλεμος, καὶ πολλῶν πεσόντων ἀναιρεῖται καὶ ὁ Ἀβεσσαλὼμ, προσδεθείς τινι δένδρῳ ἀπὸ τῆς κόμης. Ἀναιρεθέντος δὲ, ἐπαύσατο ὁ πόλεμος. Πέμπει τὸν Χουσὶ ὁ Ἰωὰβ ἀπαγγέλλειν τῷ ∆αυῒδ τὴν νίκην. Ὁ δὲ ἀκούσας ἐθρήνει διὰ τὸν υἱόν· ἕως οὗ εἰσελθὼν ὁ Ἰωὰβ μετέβαλέ τε αὐτὸν, καὶ ἔπεισε δέξασθαι τὸ στρατόπεδον φαιδρῷ τῷ προσώπῳ. Φυγόντα τὸν Ἰσραὴλ ὅ τε βασιλεὺς προσεκαλεῖτο, ὅ τε Ἀβεσσᾶ προῃρημένους αὐτοὺς ἤδη ἔπεισεν ὑποταγῆναι τῷ ∆αυΐδ. Ὡς διέβαινε τὸν Ἰορδάνην ἦλθεν ὁ Σεμεεὶ, ὁμολογῶν αὑτοῦ τὴν ἁμαρτίαν. Ἐβούλετο δὲ αὐτὸν θανατῶσαι ὁ Ἀβεσσᾶ, καὶ διεκώλυσεν ὁ ∆αυΐδ. Ἦλθε δὲ καὶ ὁ Μεμφιβαὰλ αὐχμῶν, ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, κομῶν τὸν μύστακα, ὄνυχας μεγάλους ἐπιδεικνὺς, πάντα ἅπερ ἦν λύπης σημεῖα τῆς γενομένης αὐτῷ διὰ τὸν πόλεμον τὸν κατὰ τοῦ ∆αυΐδ. Εἶτα ὁ μὲν ἠρώτα, διὰ τί μὴ ἐπορεύθη μετ' αὐτοῦ. Ὁ δὲ ἔφη ἠξιωκέναι τὸν Σιβὰ τὸν οἰκέτην αὐτοῦ ὥστε ἐπιβιβάσαι αὐτὸν ὑποζυγίῳ (καὶ γὰρ ἦν χωλὸς ὁ Μεμφιβαὰλ), μὴ ἀνασχέσθαι δὲ ἐκεῖνον. Τότε κελεύει αὐτὸν καὶ τὸν Σιβὰ διελέσθαι τὸν ἀγρόν. Καὶ τὸν Βερζελλὶ, ὃς ἐχορήγησεν αὐτῷ πολλὰ τοῦ πολέμου συνεστῶτος, ὃν ἐβούλετο μεθ' ἑαυτοῦ λαβεῖν. Ὁ δὲ παρῃτήσατο διὰ τὸ