1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

25

αὐτῷ, τουτέστι, οὐκ ἐναπέθανε τῇ ταφῇ τοῦ Σωτῆρος. Οἱ γὰρ συνθαπτόμενοι τῷ Σωτῆρι ἐν τῷ βαπτίσματι, καὶ διατηροῦντες τὴν δωρεὰν ἐν ἀρετῇ πολιτευόμενοι, οὗτοι καλῶς αὐτῷ καὶ συνανίστανται. Ἐὰν οὖν ὁ τοιοῦτος διδάσκαλος πολλοὺς τελειώσας μαθητὰς (τοῦτο γὰρ σημαίνει, ὁ ἑκατὸν ἀριθμὸς), καὶ πολὺν ἐν τῇ διδασκαλίᾳ διαμείνας χρόνον, μὴ ἀξιωθῇ τῆς εἰρημένης ταφῆς, διὰ τὸ μὴ περιγράψαι τὰ φαῦλα, ἐν σκότει πορεύεται, καὶ τὸν ἥλιον τῆς δικαιοσύνης οὐκ ὄψεται. Ὁ δὲ θεσπέσιος Παῦλος ὁ λέγων· Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη κἀμοὶ, ταφῆς ἠξιώθη, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος, τὴν ἐπιθυμίαν ἔχων ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Περὶ δὲ τοῦ κακῶς βιώσαντος καὶ ὁ Ἱερεμίας ἔγραψε, Ταφὴν ὄνου ταφήσεται, ἀντὶ τοῦ, Οὐκ ἀξιωθήσεται τῆς τῶν λογικῶν ἀναπαύσεως, ἐν ἀλογίᾳ τὸν βίον καταλύσας. "Καὶ εἰ ἔζησε χιλίων ἐτῶν, καθόδου ἀγαθωσύνης οὐκ εἶδε· μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;" Εἰ καὶ πρὸς τῇ πολυπαιδίᾳ, φησὶ, καὶ τῷ πλούτῳ, ζήσει τις καὶ χίλια ἔτη, μὴ μετέλθῃ δὲ τὸ ἀληθῶς ἀγαθὸν, τουτέστι τὴν ἀρετήν· τί ὁ τοιοῦτος ὤνησε, μετὰ τῶν ἐκτρωμάτων καὶ τῶν ὀλιγοβίων εἰς ἕνα τόπον πορευόμενος, καὶ τὸ Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; "Πᾶς μόχθος ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ· καί γε ψυχὴ οὐ πληρωθήσεται." Ἐπειδὴ περὶ βρωμάτων καὶ πομάτων ἐν τοῖς ἄνω διέλαβεν, ἵνα μή τις νομίσῃ γαστριμαργίαν αὐτὸν εἰσηγεῖσθαι, φησὶν, ὅτι εἰ καὶ ὡς τὰ πολλὰ διὰ γαστέρα μοχθοῦσιν οἱ ἄνθρωποι, ὅσα ἂν ταύτῃ χαρίσωνται, οὐδὲν ἡ ψυχὴ προσείληφε, ἀλλ' ἔστι διάκενος καὶ ἀπλήρωτος, τὴν κατάλληλον 93.556 ἑαυτῇ τροφὴν, τὴν ἐκ τοῦ λόγου καὶ τῶν ἀρετῶν μὴ προσλαμβάνουσα. Ἄλλως· Ἡ κακία ἀτελές ἐστί τι καὶ ἀπλήρωτον· ψυχὴ τοίνυν ἡ ταύτῃ συζῶσα, ἀεὶ τὰ μοχθηρὰ διὰ στόματος προφέρει, λοιδοροῦσα, δόλους πλέκουσα, καὶ ὅμως οὐ κορέννυται, διὰ τὸ ἀτελὲς καὶ ἀπλήρωτον τῆς κακίας. "Ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; ∆ιότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς." Τί οὖν περισσὸν, φησὶ, τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Πολὺ κατὰ πάντα τρόπον· ὅτι ὁ μὲν ἄφρων ἡδοναῖς ἐκδίδοται· ὁ δὲ σοφὸς πένης, ὁ πτωχὸς τῷ πνεύματι, κατέναντι τῆς ζωῆς πορεύεται, ἀντὶ τοῦ, διὰ τῶν ἀρετῶν ὁδεύει, ἕως καταντήσει εἰς τὸ ἔσχατον ὀρεκτόν· τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ γενέσθαι· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡ αἰώνιος. Ἄλλως· Ὁ ἄφρων τῶν Ἰουδαίων λαὸς, ἐπὶ ξύλουτὴν Ζωὴν ἡμῶν ἐκρέμασε· ὁ δὲ ἐξ ἐθνῶν ὁ πάλαι πένης, προσέδραμε τῷ σταυρωθέντι, κατέναντι τῆς Ζωῆς πορευθεὶς, καὶ τὴν εἰς αὐτὸν πίστιν ἐπλούτησε. "Ἀγαθὸν ὅραμα ὀφθαλμοῦ ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος." Ὁ Ἀπόστολός φησι· Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. Ψυχικὸς δέ ἐστι ὁ θυμῷ καὶ ἐπιθυμίᾳ παρὰ τὸ δέον χρώμενος. Ἐν Εὐαγγελίοις δὲ γέγραπται· Ἐὰν ὁ ὀφθαλμός σου φωτεινὸς ᾖ, ὅλον τὸ σῶμα φωτεινὸν ἔσεται· τουτέστι, Ἐὰν τὸ λογιστικόν σου, τουτέστι ὁ νοῦς, πεφωτισμένον ᾖ, δύναται καὶ τῷ θυμικῷ καὶ τῷ ἐπιθυμητικῷ εἰς δέον καὶ κατὰ φύσιν χρήσασθαι. Ἀσυγκρίτως οὖν ἀγαθὸν, τὸ διορατικοὺς ἔχειν τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς, καὶ πεφωτισμένους ὑπὸ τοῦ ἁγίου Πνεύματος, ὑπὲρ τὸ πορευόμενον ψυχῇ, τουτέστι τὸν ψυχικὸν ἄνθρωπον καὶ ἀφώτιστον. Ἀληθῶς γὰρ ὁ τοιοῦτος οὐδὲν ἕτερόν ἐστι εἰ μὴ ματαιότης, προαιρετικῶς ψυχικὸς γενόμενος. Πῶς δὲ ἐν Εὐαγγελίοις ἑνὸς ὀφθαλμοῦ ῥηθέντος, ἐνταῦθα δύο μέμνηται; Καί φαμεν ὅτε ἐκεῖ τὸν νοῦν ὀφθαλμὸν εἶπε, ἐνταῦθα δὲ τὰς πνευματικὰς τοῦ νοῦν ἐνεργείας, τήν τε πρακτικὴν, καὶ θεωρητικὴν, ὀφθαλμοὺς ἐκάλεσε, ἃς ὁ κατορθῶν ἀγαθὸν ὅραμα ἔχει ὀφθαλμῶν. Ἰστέον δὲ ὡς ἡ θεία Γραφὴ ἐξ ἑνὸς πολλάκις μέρους ὅλην τὴν ψυχὴν καλεῖ· καὶ ἐκ μὲν τοῦ ἐπιθυμητικοῦ, ὡς ὅταν λέγει, Καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλῆσαι ψυχὴν, ἀντὶ τοῦ, τὴν ὄρεξιν. Ἐκ δὲ θυμικοῦ, ὅταν φάσκῃ· Ψυχὴ εὐλογημένη πᾶσα ἀπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. Ἀπὸ γὰρ τοῦ θυμοῦ τὸ ὅλον ψυχὴν εἶπε. Ὅταν δὲ φάσκῃ, Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ἐπειδὴ τὸ ἐν ἡμῖν λογικὸν διὰ ἁγιασμοῦ