1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

26

ἁγνίζεται, ἀπὸ τούτου τὸ ὅλον ψυχὴν ἐκάλεσε· ὅταν δὲ τὸ ὅλον ψυχὴν καλῇ, μετὰ τῶν μερῶν λέγει, Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Καὶ ἐνταῦθα τοίνυν ἀπὸ τοῦ λογικοῦ, 93.557 τουτέστι τῶν ὀφθαλμῶν ἀγαθὸν εἶπε τὸν πνευματικὸν ἅνθρωπον, ἢ τὸν ψυχικόν. "Εἴ τι ἐγένετο, ἥδη κέκληται ὅνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος· καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροτέρου ὑπὲρ αὐτόν· ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα." Εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα· οἱ ἀντιφερόμενοι τῇ τοῦ ∆ημιουργοῦ προνοίᾳ. Οἷον εἰσὶν οἱ ἀπαιδεύτως λέγοντες, ∆ιὰ τί ὁ Θεὸς τὸν μὲν ἐποίησε πένητα, τὸν δὲ πλούσιον; καὶ τὸν μὲν ἀπρεπῆ, τὸν δὲ καὶ λίαν εὐπρεπῆ; καὶ ὅσα τοιαῦτα· ταύτας τὰς φλυάρους ζητήσεις ἀναστέλλων ὁ Ἐκκλησιαστὴς, φησὶν ὅτι πάντων τῶν γεγονότων αὐτὸς οἶδε ὁ ποιητὴς τοὺς λόγους, καθ' οὓς αὐτὰ παρήγαγε· οὐ γὰρ μόνον ἠπίστατο πάντα πρὸ γενέσεως αὐτῶν, ἀλλὰ καὶ τὰ τούτων ὀνόματα ἐν τοῖς τῆς θεϊκῆς προγνώσεως ἐναπέκειτο λόγοις. Εἴ τι γὰρ εἰς γένεσιν ἤγαγεν ὁ Θεὸς, ἤδη τούτου καὶ τὸν λόγον καὶ τὴν προσηγορίαν κεφαλαιωδῶς εἶχε παρ' ἑαυτῷ. Εἰδὼς οὖν καὶ τὰ ἑκάστῳ ἀνθρώπῳ συμφέροντα, οὕτως αὐτὸν εἰς τὸν βίον παρήγαγε, καὶ προέγνωστο αὐτῷ τὰ κατὰ τὸν ἄνθρωπον, ὅτι καὶ τρεπτὸς, καὶ θνητὸς, καὶ ἀσθενής. Μηδεὶς οὖν ἀντιφθεγγέσθω τῷ πάντα εἰδότι πρὸς γενέσεως αὐτῶν, καὶ ἐν κόσμῳ τῷ προσήκοντι, καθ' οὓς οἶδε αὐτὸς λόγους, ἕκαστα παράγοντι. Οὐ γὰρ δυνήσεταί τις μετὰ τοῦ ὄντως ἰσχυροῦ κρίνεσθαι· νικήσει γὰρ πάντως ὁ ἰσχυρὸς, κατὰ τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰρημένον, Ὄπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ΚΕΦΑΛ. Ζʹ. "Τί περισσὸν τῷ ἀνθρώπῳ, ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ; τί ἔσται αὐτῷ; Καὶ ἐποίησε αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;" Οὐ τὴν ἐνάρετον, ἀλλὰ τὴν ματαίαν τῶν ἀνθρώπων διαβάλλων ζωὴν, φησὶν, ὅτι Τί πλέον ἔχει ὁ περὶ τὰ μάταια ἀσχολούμενος; Γυναῖκα εὐπρεπῆ; Τῷ δῆλον εἰ δι' αὐτὴν ἀνιάσεται, πορνευομένην τυχὸν, ἢ καὶ ἄλλως αὐτὸν λυποῦσαν; Χρήματα; ταῦτα δὲ τὸν Ἰούδαν ἐκρέμασαν. Ἀμπελῶνα; Ναβὼθ διὰ τοῦτον ἐπεβουλεύθη. Τίς γὰρ ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί συμβήσεται αὐτῷ, ἐν ὅσῳ ἐστὶ ἐν τῷδε τῷ βίῳ; Ἡ δὲ παροῦσα λέξις καὶ μαντικὴν καὶ γενεθλιαλογίαν ἀναιρεῖ. Οὐδεὶς γὰρ τούτων σαφὲς οὐδὲν εἰπεῖν δύναται. Εἰ δὲ καὶ πάντα καταθυμίως ἐν ταύτῃ τῇ ζωῇ τινι προσγένοιτο, ἀριθμητὸς ὢν ὁ βίος θᾶττον ὡς σκιὰ παρατρέχει. Ζῇν τοίνυν προσήκει κατὰ ἀρετὴν, εἰς τὸν μέλλοντα καὶ ἀπέραντον καὶ ἄσκιον ἀφορῶντα αἰῶνα· περὶ οὗ καὶ 93.560 διὰ προφητῶν, καὶ διὰ ἀποστόλων, καὶ διὰ τοῦ Κυρίου ἡμῶν μεμαθήκαμεν. Τὰ μὲν γὰρ ἐν τῷδε τῷ βίῳ ἡμῖν συμβησόμενα παντελῶς ἄδηλα· τὰ δὲ ἐν τῷ μέλλοντι καὶ λίαν πρόδηλα· ὅτι τοὺς μὲν ἁμαρτωλοὺς αἱ κολάσεις, τοὺς δὲ δικαίους ἡ αἰώνιος ζωὴ ἀπεκδέχεται. "Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν, καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως αὐτοῦ." Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ ἔλαιον ἀγαθὸν, ὑπὲρ μύρον εὐῶδες, ἐκδέδωκε. Ἐκ δὲ τοῦ μύρου, ὄλην τὴν ἐν ἀνθρώποις ἡδονὴν ἐσήμανε. Ἀγαθὸν οὖν, φησὶν, ἐστὶ, ἐκ τῶν ἀρετῶν φήμην καλὴν καρπώσασθαι, καὶ ἔχειν ὄνομα ἀπογεγραμμένον ἐν οὐρανοῖς διὰ τῆς κατὰ Θεὸν πολιτείας, ἢ πᾶσαν ἀνθρωπίνην ἡδονήν. Ἀγαθὸν δὲ ἀποφαίνεται καὶ τὴν τῆς ἐξόδου ἡμέραν ὑπὲρ τὴν τῆς γεννήσεως. Ἡ μὲν γὰρ τῆς γεννήσεως εἰς τὴν τοῦ βίου θάλατταν εἰσάγει, ἔνθα ὁ δράκων ἐμφωλεύει· ἡ δὲ ἐξάγει τοῦ σταδίου. Καὶ εἰ μέν τις ἁμαρτωλὸς ᾖ, παύεται τοῦ πλείονα ἁμαρτάνειν· εἰ δὲ δίκαιος, τῆς αἰωνίου κατατρυφήσει ζωῆς. Πρὸς δὲ διάνοιαν, Ἀγαθόν ἐστι τὸ κτήσασθαι ὄνομα καλὸν, τουτέστι τὸ μερίδα σχεῖν τὸν Χριστὸν διὰ τῆς πίστεως, καὶ ἐπικληθῆναι τῷ ὀνόματι αὐτοῦ, τουτέστι καλεῖσθαι Χριστιανὸν, ἢ τὸ διδόναι ἁπλῶς ἐλεημοσύνην. Πολλοὶ γὰρ καὶ ἐθνικῶν παρέχουσιν, ἀλλ' οὐδὲν ὤνησαν, ἐὰν μὴ σχῶσι τὸ ὄνομα τὸ ἀγαθόν· εἰ δὲ ἐκ διαθέσεως ἐλεημονικῆς τοῦτο ποιήσουσι, κτήσονταί που πάντως καὶ τὸ ἀγαθὸν ὄνομα, κατὰ τὸν ἑκατοντάρχην Κορνήλιον. Ἀγαθὴ δὲ καὶ ἡ ἡμέρα τοῦ