1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

27

θανάτου, καθ' ἣν τῷ Χριστῷ συνθαπτόμεθα, καὶ τῇ ἁμαρτίᾳ ἀποθνήσκομεν, ὑπὲρ τὴν ἡμέραν τῆς κοινῆς γεννήσεως, καθ' ἣν ἡμᾶς ὁ Ἀδὰμ ἐγέννησε. "Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου." Τὰ ἐν πότῳ παροράματα καὶ ὁ μακάριος Ἰὼβ ὑφορώμενος, ὑπὲρ τῶν δι' ὁμόνοιαν συμποσιαζόντων πρὸς ἀλλήλους παίδων, θυσίας ἔφερε. Ἐν δὲ τῷ πένθει τὸ κοινὸν τῆς φύσεως διενθυμούμενοι, συμπαθεῖς τε γινόμεθα, καὶ τὸν ἑαυτῶν διορθούμεθα βίον. Τοῦτο τάρ ἐστι, "Καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ. Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία." Τὸ κατὰ φύσιν θυμοῦσθαι, οἶον κατὰ παθῶν ἢ δαιμόνων, ἀγαθόν· καὶ περὶ τούτου φησὶ, Ἀγαθὸν θυμός· τὸ δὲ, ὀρέξει καὶ ἐπιθυμία ἀμύνασθαι τὸν ἀδικήσαντα, ψεκτόν. Ἄμεινον οὖν τὸ 93.561 ἐπαινετῶς θυμοῦσθαι ἐν γέλωτι. Τὸ γὰρ σεμνὸν, καὶ μὴ διακεχυμένον πρόσωπον ἀγαθύνεσθαι παρασκευάζει καὶ χαίρειν τοῦ ἀνθρώπου τὴν ψυχήν. Ἄλλως, θυμοῦσθαι λέγεται ὁ λόγῳ ἐπιπληκτικῷ χρώμενος. Ἀγαθὸν οὖν καὶ διδασκάλῳ καὶ δεσπότῃ τοιούτοις κεχρῆσθαι λόγοις πρὸς τοὺς ὑποχειρίους, ἢ προσμειδιᾶν καὶ χαυνοῦν αὐτῶν τὰς ψυχάς. Ἐν γὰρ τῇ τοῦ προσώπου αὐστηρίᾳ, ἣν δὴ κακίαν φησὶ, αὐτός τε ἀγαθυνθήσεται, καὶ τοὺς ὑπὸ χεῖρα ἀγαθοὺς ἀπεργάσεται. "Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης." Ὁ σοφὸς τὰ ἔνθεν πένθη λογιζόμενος, ὅτι ἐκ φθορᾶς, καὶ ὅτι ῥᾳδίως τὰ τῇδε μεταπίπτει καὶ περιτρέπεται, γίνεται μὲν συμπαθὴς τοῖς ταῦτα ὑπομένουσι· περιφρονεῖ δὲ τῶν ὁρωμένων, καὶ οὐχ ἑστώτων. Ὁ δὲ ἄφρων πάγια εἶναι τὰ ἐν κόσμῳ νομίζων, καὶ τὸ ἄστατον αὐτῶν μὴ λυγιζόμενος, μηδὲ τὸ μέλλον ὑφορώμενος, τρυφῇ καὶ διαχύσει σχολάζει, καὶ ἡδοναῖς. Σημειοῦ δὲ ἐντεῦθεν τοῦ Ἐκκλησιαστοῦ τὴν γνώμην, διὰ τὸ πολλάκις αὐτὸν τὸ τοῦ φιλοκόσμου πρόσωπον ὑποθέμενον ἐν τῷ ἐσθίειν καὶ πίνειν ὁρίζεσθαι τὸ ἀγαθόν. "Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ, ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων." Τὸ μὲν γὰρ θηλύνει τὴν ψυχήν· ἡ δὲ τῶν σοφῶν ἐπιτίμησις ἐπιστύφει καὶ ἐπιῤῥώννυσιν. "Ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων." Ὁ βρασμὸς, φησὶ, καὶ ὁ καγχασμὸς τῶν ἀφρόνων ἔοικε ἀκάνθαις ὑποκαιούσαις λέβητα· πρῶτον μὲν ὅτι ὥσπερ ὁ κτύπος ὁ ἐκ πυρὸς τῶν ἀκανθῶν πρόδηλός ἐστι καὶ τοῖς μὴ ὁρῶσιν, ἀκούουσι δέ· οὕτω καὶ τοὺς ἄφρονας ἡ τοῦ γέλωτος ἐξήχησις χαρακτηρίζει· εἶτα ἐκεῖ καπνὸς ἐκ τῆς πυρκαϊᾶς· ἐνταῦθα σκότωσις ψυχῆς ἐκ τοῦ τοιοῦδε γέλωτος. Ἐκεῖ ἄκανθαι ὑποκαίουσαι λέβητα· ἐνταῦθα ἁμαρτίαι τὸ αἰώνιον πῦρ ὑφάπτουσαι τῷ ἄφρονι· Ὁ γὰρ σοφὸς μόγις ἡσυχῇ μειδιάσει. "Καί γε τοῦτο ματαιότης, ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν, καὶ ἀπολλύει τὴν καρδίαν εὐτονίας αὐτοῦ." Ἕτερον εἶδος ἐκδιδάσκει ματαιότητος. Σοφὸν δὲ εἰ μὲν τὸν τέλειόν φησι, οὕτω νοήσεις· Οἱ τῶν ἀνθρώπων ἀνόητοι οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ Θεὸν συκοφαντοῦσιν, ὡσεὶ μὴ ἐφορῶντα τὰ ἀνθρώπινα, ἢ κακῶς ἐπιτροπεύοντα, διὰ τὸ ἀσεβεῖς πολλάκις εὐθηνῆσαι, δικαίους δὲ στενοχωρῆσαι. Ἐπὶ τούτοις καὶ ∆αβὶδ ἔλεγε· Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἀμαρ 93.564 τωλῶν θεωρῶν. Ὁρᾷς πῶς παρελύθη τοὺς τόνους τῆς ψυχῆς, καὶ πέπονθέ τι μάταιον; Ἀλλ' ἐπειδὴ τέλειος ἦν σοφὸς, πληρωθεὶς ὑπὸ τοῦ πνεύματος, τὰ ἔσχατα τῶν ἁμαρτανόντων ἐπήγαγε, πῶς ἐγένοντο εἰς ἐρήμωσιν, ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Εἰ δὲ τὸν τῆς ἄρτι θείας παιδείας ἐπειλημμένον, νόει ὡς τοῦ νεοπαγοῦς τούτου, καὶ αἱρετικῶν συκοφαντίαι, καὶ διαβολικοὶ πειρασμοὶ, καὶ τὰ ἀνωτέρω δὲ προειρημένα τοὺς τῆς ψυχῆς ἐκλύουσι τόνους· καὶ εἰ μὴ ταχέως ἐκνήψας ἀναῤῥωσθῇ, προσκείσεται καὶ τούτῳ τὸ μάταιον. "Ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ." Τῶν λόγων τῶν κατὰ ἀρετὴν τὸ τέλος ἄμεινον· οὐ γὰρ τὸ ἄρξασθαι μόνον καλὸν, ἀλλὰ καὶ τὸ τέλος ἐπιθεῖναι τῷ σπουδαζομένῳ. "Ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι." Ἐν τοῖς προλαβοῦσι λέλεκται ὡς τὰ ἐναντία οὐ συγκρίνεται. Οὐ συγκριτικῶς οὖν φησιν, ἀλλὰ τὸ ὂν