28
εἰκοσιτεσσάρων μὲν σχοίνων τὸ μῆκος ὡς μιλίων ἐνενηκονταὲξ τὸ δὲ πλάτος σχοίνων ἓξ μιλίων εἰκοσιτεσσάρων, καὶ τὸ πάχος ὁμοίως τερατευόμενος καὶ τοὺς πόδας καὶ τὰ ἄλλα μυθολογήματα. εἶναι δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ αὐτὸ θήλειαν, ὅμοιον τῷ Χριστῷ, ἀνδριάντος δίκην ὑπὲρ νεφέλην καὶ ἀνὰ μέσον δύο ὀρέων ἑστός. καὶ τὰ ἄλλα σιωπήσω, ἵνα μὴ εἰς μυθολογίαν φαντασιάσω τὴν ἀκοὴν τῶν ἐντυγχανόντων τίσι δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων «μηδεὶς ζητήσῃ τὴν ἑρμηνείαν, ἀλλ' ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω», καὶ αὐτὰ δῆθεν ἀπὸ Ἑβραϊκῆς διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ' αὐτῷ φανταζόμενα. φάσκει γὰρ λέγειν «ἀβὰρ ἀνὶδ μωῒβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ μωῒβ ἀνὶδ ἀβὰρ σελάμ», ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην· «παρελθέτω ταπείνωσις ἡ ἐκ τῶν πατέρων 1.222 μου τῆς κατακρίσεως αὐτῶν καὶ καταπατήματος αὐτῶν καὶ πόνου αὐτῶν, καταπατήματι ἐν κατακρίσει διὰ τῶν πατέρων μου, ἀπὸ ταπεινώσεως παρελθούσης ἐν ἀποστολῇ τελειώσεως.» ἐπ' αὐτῷ δὲ πάντα πληροῦται ταῦτα. κεκένωται γὰρ αὐτοῦ ἡ δύναμις καὶ ἡ πλάνη. εἰ δὲ ἓν ῥῆμα πρὸς ἓν θελήσει τις κατὰ λεπτολογίαν ἀκοῦσαι ἑρμηνευόμενον, καὶ τοῦτο οὐκ ἂν ὀκνήσαιμεν ποιῆσαι, ἀλλ' εἰς καθῆκον κατὰ πάντα τῶν βουλομένων λεπτολόγως ἀκούειν αὐτὰ δὴ τὰ ῥήματα αὐτοῦ καὶ τὰς αὐτῶν ἑρμηνείας ἄντικρυς παραθησόμεθα, καὶ ἔστιν οὕτως· ἀβάρ, παρελθέτω· ἀνίδ, ταπείνωσις· μωΐβ, ἡ ἐκ τῶν πατέρων μου· νωχιλέ, τῆς κατακρίσεως αὐτῶν· δαασίμ, καὶ καταπατήματος αὐτῶν· ἀνή, καὶ πόνου αὐτῶν· δαασίμ, καταπατήματι· νωχιλέ, ἐν κατακρίσει· μωΐβ, διὰ τῶν πατέρων μου· ἀνίδ, ἀπὸ ταπεινώσεως· ἀβάρ, παρελθούσης· σελάμ, ἐν ἀποστολῇ τελειώσεως. 5. Αὕτη γοῦν ἡ αἵρεσις ἡ τῶν Ὀσσηνῶν ἄνω προειρημένη, ἡ πολιτευομένη μὲν τὴν τῶν Ἰουδαίων πολιτείαν κατὰ τὸ σαββατίζειν τε καὶ περιτέμνεσθαι καὶ τοῦ νόμου ποιεῖν τὰ πάντα· μόνον δὲ τῷ ἀπαγορεύειν τὰς βίβλους Μωυσέως ὁμοίως τοῖς Νασαραίοις σχίσμα δὲ ἐργάζεται αὕτη, διαφερομένη πρὸς τὰς ἄλλας ἓξ τούτων τῶν ἑπτὰ αἱρέσεων. ἀρκέσει γοῦν εἰς ἀνατροπὴν ταύτης τὸ εἶναι αὐτὴν ἀλλοτρίαν θεοῦ *, τοῦ κυρίου σαφῶς λέγοντος ὅτι «οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι τὸ σάββατον». ἡ δὲ βεβήλωσις τοῦ σαββάτου τίς αὕτη ἀλλ' ὅτι ἔργον οὐδεὶς εἰργάζετο ἐν τῷ σαββάτῳ, ἐν δὲ τῷ ἱερῷ οἱ ἱερεῖς θυσίαν ἐπιτελοῦντες ἔλυον τὸ σάββατον, βεβηλοῦντες διὰ τὴν ἐνδελεχῆ τῶν ζῴων θυσίαν; Καὶ παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν. συνῆπται γὰρ οὗτος πάλιν ὁ Ἠλξαῒ τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς Ναζωραίοις τοῖς μετέπειτα γεγονόσι. καὶ κέχρηνται αὐτῷ τέσσαρες 1.223 αἱρέσεις, ἐπειδὴ θέλγονται τῇ αὐτοῦ πλάνῃ· ἡ Ἐβιωναίων τε τῶν μετέπειτα γεγονότων καὶ Ναζωραίων, Ὀσσαίων τε τῶν πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ καὶ Νασαραίων τῶν ἄνω μοι προδεδηλωμένων. Αὕτη δὲ ἡ ἕκτη αἵρεσις τῶν ἑπτὰ τῶν ἐν Ἱεροσολύμοις, αἵτινες ἐνέμειναν ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας καὶ μετὰ τὴν τοῦ Χριστοῦ ἔνσαρκον παρουσίαν ἄχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, ἥτις γέγονεν ὑπὸ Τίτου βασιλέως, ἀδελφοῦ ∆ομετιανοῦ υἱοῦ δὲ Οὐεσπασιανοῦ, ἐν τῷ δευτέρῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ βασιλείας. μετὰ δὲ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ἐπέμεινεν ἥ τε αὐτὴ καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ φημιζόμεναι αἱρέσεις, Σαδδουκαίων φημὶ καὶ Γραμματέων, Φαρισαίων τε καὶ Ἡμεροβαπτιστῶν Ὀσσαίων τε καὶ Νασαραίων καὶ Ἡρῳδιανῶν, ἄχρις οὗ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα διελύθη. 6. Ἀρκετῶς δὲ ἔχει ἀπ' αὐτῆς τῆς αὐτῶν φρενοβλαβείας καὶ τῶν ῥημάτων τοῦ